BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ις.

Διὰ ποίων ἐπιχειρήσεων ἐν τῆι

αὐτῆι πραγματείαι δέδεικται τὸ ἀτρέπτως

προνοεῖν τοὺς θεούς.

 

Τὸ δὴ τρίτον ἐπὶ τούτοις τῶν προβλημάτων τοῖς ἔμπροσθεν καταδησώμεθα καὶ θεωρήσωμεν ὅπως τὸ ἄτρεπτον ἐπὶ τῶν θεῶν παραληψόμεθα πάντα κατὰ δίκην ἀγόντων καὶ μηδ' ὁπωστιοῦν τὸν ὅρον ταύτης σαλευόντων μηδὲ τῆς ὀρθότητος τῆς ἀκλινοῦς ἐν τῆι προνοίαι τῶν τε ἄλλων ἁπάντων καὶ δὴ καὶ τῶν ἀνθρωπίνων ἐξισταμένων. Παντὶ δὴ οὖν τοῦτό γε οἶμαι καταφανὲς ὅτι τὸ ἄρχον ἑκασταχοῦ κατὰ φύσιν ἔχον τῆς τῶν ἀρχομένων εὐδαιμονίας τὸν σύμπαντα λόγον ποιούμενον ταύτηι τὸ διοικούμενον ποδηγετεῖ καὶ κατευθύνει πρὸς τὸ ἄριστον. Οὔτε γὰρ ἂν κυβερνήτης ναυτῶν ἄρχων καὶ νεὼς ἄλλο τι προηγούμενον σχοίη τέλος ἢ τὴν τῶν ἐμπλεόντων καὶ τοῦ σκάφους σωτηρίαν οὔτε ἰατρὸς νοσούντων ἐπιμελητὴς ὢν ἄλλου δή τινος ἕνεκα πάντα πράττειν ἐπιχειρεῖ κἂν τέμνειν δέηι κἂν φαρμακεύειν ἢ τῆς ὑγείας τῶν προνοουμένων οὔτε στρατηγὸς ἢ φύλαξ πρὸς ἄλλο βλέπειν φήσειεν ἂν τέλος ἢ ὁ μὲν τὴν τῶν φρουρουμένων ὁ δὲ τὴν τῶν στρατηγουμένων ἐλευθερίαν· οὐδ' ἄλλος οὐδεὶς τῶν ἡγεῖσθαι καὶ προνοεῖν τεταγμένων ὡντινωνοῦν ἀνατρέπειν σπουδάζει τὸ τῶν ἑπομένων ἀγαθόν ἐφ' ὧι τέτακται καὶ οὗ στοχαζόμενος παντα τὰ τῶν ἀρχομένων διατίθησι δεόντως. Εἰ τοίνυν καὶ τοὺς θεοὺς ἡγεμόνας εἶναι τῶν ὅλων συγκεχωρήκαμεν καὶ τὴν πρόνοιαν αὐτῶν ἐπὶ πάντα διατείνειν ἀγαθῶν ὄντων καὶ πᾶσαν ἀρετὴν ἐχόντων ὡμολογήκαμεν τίς μηχανὴ τῆς τῶν προνοουμένων αὐτοὺς εὐδαιμονίας ἀμελεῖν; Ἢ πῶς τῶν ἄλλων ἡγεμόνων ἔλαττον ἕξουσιν ἐν τῆι προνοίαι τῶν καταδεεστέρων εἴπερ οἱ μὲν ἀεὶ πρὸς τὸ βέλτιστον τῶν ἀρχομένων ἀποβλέπουσι καὶ τοῦτο τέλος τίθενται τῆς συμπάσης ἡγεμονίας οἱ δὲ παρορῶσι τὸ ἀγαθὸν τὸ τῶν ἀνθρώπων καὶ κακίαν ἀρετῆς μᾶλλον ἀσπάζονται τοῖς τῶν μοχθηρῶν παρατρεπόμενοι δώροις; Πάντως εἴτε ἡγεμόνας αὐτοὺς εἴτε ἄρχοντας εἴτε φύλακας εἴτε πατέρας ἐθέλεις καλεῖν οὐδενὸς τῶν τοιούτων ὀνομάτων ἐνδεὲς τὸ θεῖον φανήσεται. Πάντα γάρ ἐστιν ἐν ἐκείνοις τὰ σεμνὰ καὶ τίμια πρώτως· καὶ διὰ τοῦτο δήπου κἀνταῦθα σεμνότερα καὶ τιμιώτερα κατὰ φύσιν ἄλλων ἄλλα διότι δὴ τῶν θεῶν ἐσχάτην ἀπεικασίαν φέρεται. Καὶ τί δεῖ λέγειν; Παρ' αὐτῶν γὰρ οἶμαι τῶν τὰ θεῖα σοφῶν πατρικάς τε δυνάμεις καὶ φρουρητικὰς καὶ ἡγεμονικὰς καὶ παιωνείους ὑμνημένας ἀκούομεν. Τίς οὖν μηχανὴ τὰ μὲν εἴδωλα τῶν θεῶν κατὰ φύσιν ἔχοντα τοῦ προσήκοντος αὐτοῖς στοχαζόμενα τέλους τῆς τῶν ἀρχομένων εὐθημοσύνης προνοεῖν αὐτοὺς δὲ τοὺς θεούς παρ' οἷς τὸ ὅλον ἀγαθὸν καὶ ἡ ὄντως οὖσα ἀρετὴ καὶ ὁ ἀπήμων βίος μὴ πρὸς τὴν τῶν ἀνθρώπων ἀρετήν τε καὶ κακίαν κατευθύνειν τὴν ἡγεμονίαν καὶ ὅπως νικῶσαν μὲν ἀρετὴν ἐν τῶι παντὶ κακίαν δὲ ἡττωμένην παρέξουσιν ἀλλὰ ταῖς τῶν μοχθηρῶν θεραπείαις διαφθείρειν μὲν τὰ μέτρα τῆς δίκης ἀνατρέπειν δὲ τὸν τῆς ἀκλινοῦς ἐπιστήμης ὅρον τὰ δὲ τῆς κακίας δῶρα προτιμότερα τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων καταφαίνειν; Οὔτε γὰρ αὐτοῖς δήπου τοῖς ἡγεμόσιν ὁ τρόπος οὗτος τῆς προνοίας οὔτε τοῖς ἑπομένοις συνοίσει· τοῖς μὲν γὰρ κακοῖς γενομένοις οὐκ ἔσται τῶν ἁμαρτημάτων ἀπαλλαγὴ προκαταλαμβάνειν ἐπιχειροῦσιν ἀεὶ τὴν δίκην καὶ παρατρέπειν τῶν τῆς ἀξίας μέτρων τοῖς δὲ ἀναγκαῖον ὃ μὴ θέμις εἰπεῖν τῆς τῶν προνοουμένων στοχάζεσθαι κακίας καὶ τῆς μὲν ἀληθινῆς αὐτῶν σωτηρίας ἀμελεῖν ἐσκιαγραφημένων δὲ ἀγαθῶν ἄρα μόνως αἰτίοις ὑπάρχειν τὸ δὲ πᾶν τοῦτο καὶ τὸν ὅλον κόσμον ἀταξίας ἐμπίπλασθαι καὶ ταραχῆς ἀνιάτου τῆς μοχθηρίας μενούσης καὶ ταῖς κακῶς πολιτευομέναις τῶν πόλεων τὴν ὁμοίαν ἔχειν διαφθοράν. Καίτοι πῶς οὐ παντελῶς ἀδύνατον τὰ μέρη τῶν ὅλων κατὰ φύσιν διοικεῖσθαι μᾶλλον καὶ τὰ ἀνθρώπινα τῶν θείων καὶ τὰ εἴδωλα τῶν πρωτουργῶν αἰτίων; Ὥστ' εἰ μὲν ὀρθῶς ἄνθρωποι προνοοῦσιν ἀνθρώπων ἄρχοντες καὶ τοὺς μὲν τιμῶντες τοὺς δὲ ἀτιμάζοντες καὶ πανταχοῦ τὰ τῆς κακίας ἔργα τοῖς τῆς ἀρετῆς μέτροις κατευθύνοντες πολλῶι πρότερον ἀνάγκη καὶ τοὺς θεοὺς ἀτρέπτους εἶναι τῶν ὅλων ἡγεμόνας. Καὶ γὰρ ἄνθρωποι διὰ τὴν πρὸς θεοὺς ὁμοιότητα ταύτην ἔλαχον ἀρετήν· εἰ δὲ καὶ ἀνθρώπων τοὺς τῶν ἀρχομένων τὴν σωτηρίαν καὶ τὸ εὖ διαφθείροντας ὁμολογήσομεν τὴν τῶν θεῶν πρόνοιαν μᾶλλον ἀπεικονίζεσθαι λήσομεν ὁμοῦ τὴν περὶ θεῶν ἀλήθειαν καὶ τὴν τῆς ἀρετῆς ἄρδην ἀφανίζοντες ὑπεροχήν. Τοῦτο γὰρ οἶμαι παντὶ καταφανές ὅτι δὴ τὸ τοῖς θεοῖς ὁμοιότερον εὐδαιμονεῖ μᾶλλον τῶν δι' ἀνομοιότητος αὐτῶν καὶ ἀλλοτριότητος ἐστερημένων. Ὥστ' εἰ μὲν κἀνταῦθα τὸ ἀδιάφθορον τῆς προνοίας εἶδος καὶ τὸ ἀκλινὲς τίμιον πολλῶι δήπου παρὰ τοῖς θεοῖς μειζόνως ἐντιμότερον· εἰ δὲ παρ' ἐκείνοις τὰ θνητὰ δῶρα τῶν θείων τῆς δίκης μέτρων σεμνότερα καὶ παρ' ἀνθρώποις ἂν εἴη τῶν Ὀλυμπίων ἀγαθῶν τὰ γηγενῆ καὶ τῶν τῆς ἀρετῆς ἔργων τὰ τῆς κακίας θωπεύματα πρὸς εὐδαιμονίαν τελεώτερα.