BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κβ.

Ἀπὸ τῶν ἐν τῶι Φαίδρωι

ῥηθέντων περὶ τοῦ θείου παντὸς ἀξιωμάτων

ὅτι καλὸν σοφὸν ἀγαθόν ἐξεργασία τῶν

περὶ τῆς ἀγαθότητος δογμάτων καὶ τῶν ἐν

Φιλήβωι τοῦ ἀγαθοῦ στοιχείων ἐξέτασις.

 

Ταύτην τοίνυν τὴν ἑνοποιὸν καὶ συνδετικὴν τῶν πληρούντων τε καὶ πληρουμένων ἰδιότητα κατὰ πάσας τῶν θεῶν τὰς διακοσμήσεις τακτέον ἄνωθεν ἄχρι τῶν ἐσχάτων. Ἔσται δὲ ἡμῖν γνώριμον ὃ λέγομεν πρότερον περὶ τῶν ἐν Φαίδρωι γεγραμμένων κοινῶν ὁμολογημάτων περὶ παντὸς τοῦ θείου τὸν λόγον ποιησαμένοις. Λέγει τοίνυν ὁ Σωκράτης ὡς ἄρα πᾶν ἐστὶ τὸ θεῖον καλόν σοφόν ἀγαθόν καὶ τὴν τριάδα ταύτην διήκειν ἐπὶ πάσας ἐνδείκνυται τὰς τῶν θεῶν προόδους. Τί οὖν ἂν εἴη τὸ ἀγαθὸν τὸ τῶν θεῶν καὶ τίς ἡ σοφία καὶ τί τὸ κάλλος; Τὸ μὲν ἀγαθὸν καὶ πρότερον εἴπομεν ὅτι σωστικόν ἐστι τῶν ὅλων καὶ ὑποστατικόν καὶ ὡς ἀκρότατον ὑφέστηκε πανταχοῦ καὶ ὡς πληρωτικόν ἐστι τῶν ὑφειμένων καὶ ὡς ἀνάλογον ἐν ἑκάστηι τάξει προϋπάρχει τῆι πρωτίστηι τῶν θείων διακόσμων ἀρχῆι. Κατὰ γὰρ τοῦτο πάντες οἱ θεοὶ τῆι μιᾶι τῶν ὅλων αἰτίαι συνήνωνται καὶ τὸ εἶναι θεοὶ κατὰ τοῦτο πρώτως ἔχουσιν· οὔτε γὰρ τοῦ ἀγαθοῦ τελεώτερον ἅπασι τοῖς οὖσιν οὔτε τῶν θεῶν. Τοῖς οὖν ἀρίστοις καὶ κατὰ πάντα τελείοις τὸ ἄριστον μάλα προσήκει καὶ τελικώτατον τῶν ὄντων. Ἐν δέ γε τῶι Φιλήβωι στοιχεῖα παραδίδωσιν ἡμῖν ὁ Πλάτων τῆς τοῦ ἀγαθοῦ φύσεως τρία τὰ κυριώτατα τὸ ἐφετόν τὸ ἱκανόν τὸ τέλειον· δεῖ γὰρ αὐτὸ καὶ πρὸς ἑαυτὸ πάντα ἐπιστρέφειν καὶ πληροῦν καὶ κατὰ μηδὲν ἐλλείπειν μηδὲ ἐλαττοῦν τὴν αὑτοῦ περιουσίαν. Τὸ μὲν τοίνυν ἐφετὸν μὴ τοιοῦτον νοείτω τις οἷον ἐν τοῖς αἰσθητοῖς προτείνεται πολλάκις ὀρεκτόν ἄγονον ὑπάρχον καὶ ἀνενέργητον τοιοῦτον γὰρ τὸ φαινόμενον καλόν μηδ' οἷον ἐνεργεῖν μὲν καὶ ἀνεγείρειν εἰς αὑτὸ τὰ δυνάμενα μετέχειν νοήσει δὲ ληπτὸν καὶ κατ' ἐπιβολὴν ἡμῖν καὶ κατ' ἐπέρεισιν τῆς διανοίας ἐκφερόμενον· ἄρρητον γάρ ἐστι καὶ πρὸ γνώσεως πάσης ἐπὶ πάντα διατείνει τὰ ὄντα. Πάντα γὰρ ἐφίεται τοῦ ἀγαθοῦ καὶ ἐπέστραπται πρὸς ἐκεῖνο τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. Ἀλλ' εἰ δεῖ συνελόντα φάναι τὴν ἰδιότητα τοῦ ἐφετοῦ· καθάπερ ὁ τοῦ φωτὸς χορηγὸς ταῖς ἀκτῖσι πρόεισιν εἰς τὰ δεύτερα καὶ πρὸς ἑαυτὸν ἐπιστρέφει τὰ ὄμματα καὶ ἡλιοειδῆ ποιεῖ καὶ ἑαυτῶι παραπλήσια καὶ διὰ τῆς ἑτερομοιότητος συνάπτει ταῖς ἑαυτοῦ μαρμαρυγαῖς οὕτως οἶμαι καὶ τὸ ἐφετὸν τῶν θεῶν ἀνέλκει πάντα καὶ ἀνασπᾶι πρὸς τοὺς θεοὺς ἀρρήτως ταῖς οἰκείαις ἐλλάμψεσι πανταχοῦ παρὸν πᾶσι καὶ μηδ' ἡντινοῦν ἀπολεῖπον τάξιν τῶν ὄντων· ἐπεὶ καὶ αὐτὴ ἡ ὕλη πρὸς τὸ ἐφετὸν τοῦτο τετάσθαι λέγεται καὶ διὰ τῆς ἐφέσεως ταύτης πληροῦται τοσούτων ἀγαθῶν ὅσων δύναται μετασχεῖν. Πάντων οὖν ἐστὶ τῶν ὄντων κέντρον καὶ περὶ αὐτὸ πάντα τὰ ὄντα καὶ πάντες οἱ θεοὶ τάς τε οὐσίας καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ἔχουσι. Καὶ ἡ πρὸς τοῦτο τάσις καὶ ἡ ἔφεσις τῶν ὄντων ἄσβεστός ἐστιν· ἄγνωστον γὰρ ὂν ποθεῖ τὰ ὄντα τὸ ἐφετὸν τοῦτο καὶ ἄληπτον. Μήτε οὖν γνῶναι μήτε ἑλεῖν ὃ ποθεῖ δυνάμενα περὶ αὐτὸ πάντα χορεύει καὶ ὠδίνει μὲν αὐτὸ καὶ οἷον ἀπομαντεύεται τὴν δὲ ἔφεσιν ἀκατάληκτον ἔχει καὶ ἄπαυστον τῆς ἀγνώστου καὶ ἀρρήτου φύσεως αὐτοῦ λειπόμενα καὶ περιπτύξασθαι καὶ ἐγκολπίσασθαι τὸ ἐφετὸν ἀδυνατοῦντα. Πάντων γὰρ ὁμοῦ τῶν ὄντων ἐξηιρημένον πᾶσι πάρεστιν ὁμοίως καὶ κινεῖ πάντα περὶ ἑαυτό πᾶσιν ἀκατάληπτον ὄν· καὶ τῆι μὲν κινήσει ταύτηι καὶ τῆι ἐφέσει σώιζει τὰ πάντα τῆι δὲ ἀγνώστωι τῶν ὅλων ὑπεροχῆι τὴν οἰκείαν ἕνωσιν ἄμικτον φυλάττει πρὸς τὰ δεύτερα. Τὸ μὲν οὖν ἐφετὸν τοιοῦτον· τὸ δέ γε ἱκανὸν δυνάμεώς ἐστι πλῆρες ἀγαθοειδοῦς καὶ πρόεισιν ἐπὶ πάντα καὶ τὰς τῶν θεῶν δόσεις ἐκτείνει καὶ ἐπορέγει τοῖς οὖσι πᾶσι. Τοιαύτην γὰρ δὴ τὴν ἱκανότητα νομίζομεν εἶναι δύναμιν ἐπὶ τὰ ἔσχατα διικνουμένην καὶ διατείνουσαν καὶ τὴν ἄφθονον τῶν θεῶν βούλησιν ἐκφαίνουσαν καὶ μὴ ἱσταμένην ἐφ' ἑαυτῆς ἀλλὰ τὸ ὑπέρπληρες καὶ ἀνέκλειπτον καὶ ἄπειρον καὶ γεννητικὸν τῶν ἀγαθῶν τῆς θείας ὑπάρξεως συλλαβοῦσαν ἑνιαίως. Τοῦ γὰρ ἐφετοῦ μονίμως ἱδρυμένου καὶ τῶν ὅλων ὑπερέχοντος καὶ πάντα περὶ ἑαυτὸ τὰ ὄντα στήσαντος τὸ ἱκανὸν ἐξάρχει προόδου καὶ πολλαπλασιαςμοῦ τῶν ὅλων ἀγαθῶν καὶ τὸ πρωτουργὸν τῆς τοῦ ἐφετοῦ μονοειδοῦς ὑπάρξεως τῆι γονίμωι περιουσίαι καὶ ταῖς ἐπὶ πάντα διηκούσαις ἀγαθουργοῖς ἀποπληρώσεσιν ἐκκαλεῖται καὶ προάγει καὶ πᾶσιν ἐνδίδωσιν ἀφθόνως ἵνα δὴ καὶ τὸ μόνιμον τῶν θείων καὶ τὸ προϊὸν ἀπὸ τῶν οἰκείων αἰτίων τῆς ἀγαθότητος πλῆρες ὑπάρχηι καὶ πάντα ἁπλῶς ἀγαθύνηται τὰ ὄντα μένοντά τε καὶ προερχόμενα καὶ ταῖς ἀρχαῖς ἡνωμένα ταῖς ἑαυτῶν καὶ διακρινόμενα κατ' οὐσίαν ἀπ' ἐκείνων. Διὰ ταύτην δὴ οὖν τὴν δύναμιν καὶ τὰ νοερὰ γένη τῶν ὁμοίων ἐστὶ συστατικά καὶ αἱ ψυχαὶ γεννᾶν ἐφίενται καὶ μιμεῖσθαι τὰ πρὸ αὐτῶν καὶ αἱ φύσεις τοὺς αὑτῶν λόγους εἰς ἄλλην διάγουσι χώραν καὶ πάντα ἁπλῶς κατ' οὐσίαν ἔχει τὸν τῆς γεννήσεως ἔρωτα. Τὸ γὰρ ἱκανὸν τῆς ἀγαθότητος τῶν θεῶν ἀπ' αὐτῆς ὡρμημένον πᾶσιν ἐνέσπαρται τοῖς οὖσι καὶ πάντα κινεῖ πρὸς τὴν ἄφθονον μετάδοσιν τῶν ἀγαθῶν τὸν μὲν νοῦν τῶν νοερῶν τὴν δὲ ψυχὴν τῶν ψυχικῶν τὴν δὲ φύσιν τῶν φυσικῶν. Μένει τε οὖν πάντα διὰ τὸ ἐφετὸν τῆς ἀγαθότητος καὶ γεννᾶι καὶ πρόεισιν εἰς δευτέρας καὶ τρίτας ἀπογεννήσεις διὰ τὸ ἱκανόν. Τὸ δὲ αὖ τρίτον τὸ τέλειον ἐπιστρεπτικόν ἐστι τῶν ὅλων καὶ συναγωγὸν ἐπὶ τὰ αἴτια κατὰ κύκλον οὗ μὲν τὸ θεῖον οὗ δὲ τὸ νοερόν οὗ δὲ τὸ ψυχικόν οὗ δὲ τὸ φυσικόν· πάντα γὰρ μετέχει τῆς ἐπιστροφῆς ἐπεὶ καὶ τὸ ἄπειρον τῆς προόδου διὰ ταύτης ἐπὶ τὰς ἀρχὰς αὖθις ἀνακαλεῖται. Καὶ ἔστι σύμμικτον τὸ τέλειον ἐκ τοῦ ἐφετοῦ καὶ τοῦ ἱκανοῦ. Πᾶν γὰρ τὸ τοιοῦτον ὀρεκτόν ἐστι καὶ γεννητικὸν τῶν ὁμοίων· ἢ οὐχὶ κἀν τοῖς τῆς φύσεως ἔργοις τὰ τέλεια πανταχοῦ καὶ ἐραστὰ διὰ τὴν τῆς ὥρας ἀκμὴν καὶ γόνιμα τυγχάνει ὄντα; Τό τε οὖν ἐφετὸν ἑδράζει τὰ πάντα καὶ ἐν ἑαυτῶι κατέχει καὶ τὸ ἱκανὸν εἰς προόδους καὶ ἀπογεννήσεις ἀνεγείρει καὶ τὸ τέλειον εἰς ἐπιστροφὰς καὶ συνελίξεις τελεσιουργεῖ τὰ προελθόντα· διὰ δὲ τούτων τῶν τριῶν αἰτίων τά τε θεῖα πάντα καὶ τὰ μετὰ θεοὺς γένη κεκόσμηται· πάντων ἄρα πρωτουργός ἐστι καὶ ἀρχηγικωτάτη πηγὴ καὶ ἑστία τῶν ὁπωσοῦν ὑφεστηκότων ἡ τῶν θεῶν ἀγαθότης ἐν τριάδι τοιαύτηι πηξαμένη τὸ ἑνιαῖον κράτος τῆς οἰκείας ὑποστάσεως.