B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Π ρ ο ο ί μ ι ο ν

      Anthologia Graeca 4, 3
      Ἀγαθίου σχολαστικοῦ
      Ἀσιανοῦ Μυριναίου


Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους
ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,
ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·
καὶ δὴ κάθησθε τῆι τρυφῆι σεσαγμένοι.
5
λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων
πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,
περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.
τί δαὶ ποιήσω; νῦν τὰ προὐξειργασμένα
οὕτως ἐάσω συντετῆχθαι κείμενα,
10
ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῶι μέσωι
παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;
καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;
τίς δ' ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,
εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;

15
Ἀλλ' ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων 
ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως. 
ἔθος γὰρ ἡμῖν τῆι προθυμίαι μόνηι 
τῆι τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία. 
καὶ πρός γε τούτωι, δεῖπνον ἠρανισμένον 
20
ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.
ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου 
ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, 
πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου 
καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.
25
καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι
ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως 
ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.
τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ, 
ἴσως ἐρεῖ πρὸς ἄλλον· «ἀρτίως ἐμοῦ 
30
μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, 
οὗτος παρέθηκεν τὴν ὑπ' ἐμοῦ μεμαγμένην.» 
ταυτὶ μὲν οὖν ἐρεῖ τις οὐ μεμνημένος 
τῶν ὀψοποιῶν ὧν χάριν δοκῶ μόνος 
εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.
35
θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος
καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς 
ξένος τις εἶναι τῶν ὑπ' ἐμοῦ συνηγμένων.
ἀλλ' ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος, 
ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι 
40
τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον, 
ἴστω γε ταῦτα κατ' ἀγορὰν ζητητέα.

Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι, 
ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι· 
ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.
45
καί μοι μεγίστων πραγμάτων ὑμνουμένων 
εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.

      Anthologia Graeca 4, 4 (3b)
      Τοῦ αὐτοῦ

Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσηι·
μηδ' ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην
(50)
ὄρθιον ἀθρήσειεν, ἐποκλάζουσα ἐγδαίηι
5
καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων
Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
Ἑσπερίη θεράπαινα, σὺ δ' ἐς κρηπῖδα Γαδείρων
καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην
(55)
ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
10
κράατα μετρήσασα τεῆι κρυφθέντα κονίηι,
θαρσαλέαις παλάμηισι φίλην ἀγκάζεο Ῥώμην.
Καυκασίωι δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίηι,
ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῶι
(60)
σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,
15
σύννομον ἀδρυάδεσσιν ἀναπλέξασα χορείην
Φασιὰς εἱλίσσοιτο φίλωι σκιρτήματι νύμφη,
καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος,
μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.
(65)
μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,
20
ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
οὐκέτι Κολχὶς ἄρουρα, γονῆι πλησθεῖσα Γιγάντων,
εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης
(70)
οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
25
παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην·
ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ' ἐνὶ πόντωι
(75)
Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα
30
Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.

Ἀλλ' ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων, 
Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ 
ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων
(80)
Ἰνδώισης ἐπίβηθι κατ' ὀργάδος· ἐν δὲ κελεύθοις 
35
εἴ ποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην.
ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων
κύρβιας Ἀλκείδαο μετέρχεο, θαρσαλέως δὲ
ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,
(85)
ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
40
δίζυγος ἠπείροιο συναντήσασα κεραίη
ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.
ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων
ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπηι νοτίηισι θυέλλαις
(90)
ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος
45
καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλωι
ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος
(95)
ἔνθα κεν ἀΐξειας, ἐπεὶ κυκλώσατο κόσμον
50
κοιρανίηι· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.

Τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ
(100)
ἐλπίδες ἐθραύσθησαν ὑφ' ἡμετέρωι Βασιλῆϊ,
55
δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα
παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.
σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δ' ἐρίθων
ἐργασίην ἤσκησα, μιῆι δ' ὑπὸ σύζυγι βίβλωι
(105)
ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης·
60
καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,
στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,
ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίωι,
ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,
(110)
ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσωι.
65
οἶδα γάρ, ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης
εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.

Πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς
(115)
ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐώικει
70
γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.
ἀλλὰ πάλιν μετ' ἐκεῖνα παλαίτερα τεῦχος ἀγείρει,
ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρωι,
εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης
(120)
τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
75
καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου
ὅσσα θέμις τύμβοισι· τάπερ Θεὸς ἐν μὲν ἀοιδῆι
ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίηι δὲ διώκειν.
ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις
(125)
γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις,
80
δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.
ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη
(130)
εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην
85
καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτηι δὲ μελίσσηι
εὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείας
καὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις.

      Anthologia Graeca 4, 5 (3c)
      Τοῦ αὐτοῦ

Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνες μὲν
(135)
      αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,
ἀλλ' ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν
      ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται.
5
ἡ δ' ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,
      κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.
(140)
οὕτως οὔτε Πλάτων βρενθύεται + οὔτε Ὅμηρος
      χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνηι σοφίηι.
ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,
10
      ἀλλ' οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.