B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Ἐ π ι δ ε ι κ τ ι κ ά

      Anthologia Graeca 1, 34
      Ἀγαθίου σχολαστικοῦ
      Εἰς τὸν ἀρχάγγελον ἐν Πλάτηι.

Ἄσκοπον ἀγγελίαρχον, ἀσώματον εἴδεϊ μορφῆς, 
      ἆ μέγα τολμήεις, κηρὸς ἀπεπλάσσατο.
ἔμπης οὐκ ἀχάριστον, ἐπεὶ βροτὸς εἰκόνα λεύσσων
      θυμὸν ἀπιθύνει κρέσσονι φαντασίηι·
5
οὐκέτι δ' ἀλλοπρόσαλλον ἔχει σέβας, ἀλλ' ἐν ἑαυτῶι
      τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει·
ὄμματα δ' ὀτρύνουσι βαθὺν νόον· οἶδε δὲ τέχνη
      χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην.

      Anthologia Graeca 1, 36
      Ἀγαθίου σχολαστικοῦ
      Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου
      καὶ δὶς ἀνθυπάτου, ἐν ἧι γέγραπται
      παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος
      τὰς ἀξίας ἐν Ἐφέσωι.


Ἵλαθι μορφωθείς, ἀρχάγγελε· σὴ γὰρ ὀπωπὴ
      ἄσκοπος, ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε.
ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου
      καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων,
5
τῆς δ' εὐγνωμοσύνης μάρτυς γραφίς· ὑμετέρην γὰρ
      χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.

      Anthologia Graeca 9, 152
      Ἀγαθίου σχολαστικοῦ

Ἅδε ποθ' ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι
      Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης
ἀμφαδόν, ἀλλ' ἵπποιο κακὸν ξύλον. αἴθε δ' Ἐπειὸς
      κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα·
5
οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ,
      οὕτω ἐφ' ἁμετέροις λάεσιν ἠριπόμαν.

      Anthologia Graeca 9, 153
      Τοῦ αὐτοῦ

Ὦ πτόλι, πῆι σέο κεῖνα τὰ τείχεα, τῆι πολύολβοι
      νηοί, πῆι δὲ βοῶν κράατα τεμνομένων;
πῆι Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς;
      πῆι δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;
5
πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ
      ἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην·
καί σε τόσον νίκησε βαρὺς φθόνος, ἀλλ' ἄρα μοῦνον
      οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται.

      Anthologia Graeca 9, 154
      Τοῦ αὐτοῦ

Ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέϊ νηῶι,
      ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην·
ἀλλὰ σύ με προλέλοιπας ἑλώριον, ἀντὶ δὲ μήλου
      πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην.
5
ἄρκιον ἦν θνάσκειν τὸν βουκόλον· εἰ γὰρ ἄθεσμος
      ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε.

      Anthologia Graeca 9, 155
      Τοῦ αὐτοῦ

Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε μή με γελάσσηις·
      οὐ γὰρ ἐμοὶ μούνηι ταῦτα τέλεσσε Τύχη·
εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ
      σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.
5
εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας
      ζηλήμων δηίων ἐξεκένωσεν Ἄρης,
εἰμὶ πάλιν· βασίλεια σὺ δ', ὦ τέκος, ἄτρομε Ῥώμη,
      βάλλε καθ' Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.

      Anthologia Graeca 9, 204
      Ἀγαθίου σχολαστικοῦ

Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα,
      πέτρον ἀκοντιστὴν στήθεος Ἑκτορέου.
εἰμὶ μέλας τρηχύς τε· σὺ δ' εἴρεο θεῖον Ὅμηρον
      πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδωι.
5
νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης
      ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης.
ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ
      παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.

      Anthologia Graeca 9, 442
      Ἀγαθίου σχολαστικοῦ

Γριπεύς τις μογέεσκεν ἐπ' ἰχθύσι· τὸν δ' ἐσιδοῦσα
      εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθωι
καί μιν θῆκε σύνευνον· ὁ δ' ἐκ βιότοιο πενιχροῦ
      δέξατο παντοίης ὄγκον ἀγηνορίης.
5
ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν·
      «οὐ τεὸς οὗτος ἀγών, ἀλλ' ἐμός ἐστιν», ἔφη.

      Anthologia Graeca 9, 482
      Ἀγαθίου σχολαστικοῦ

Οὐτιδανοὶ μερόπων εἰ καὶ μέγα ῥέξαμεν ἔργον,
      οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·
οἱ δ' ἀγαθοὶ κῆν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον,
      ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτ' ἀδάμαντι μένει.
5
δήποτε γὰρ Ζήνωνα, πολισσοῦχον βασιλῆα,
      παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,
τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτ' ἀπὸ λευκοῦ,
      τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου,
ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμος
10
      δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτωι,
ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο· μουνάδα δ' ἄλλην
      ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος.
ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτωι λίπε χώρωι
      καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην·
15
ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,
      καὶ τρισκαιδεκάτωι ψῆφος ἔκειτο μία·
δίζυγες Ἀντίγονον διεκόσμεον· ἀλλὰ καὶ αὐτῶι
      ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτωι,
ὀκτωκαιδεκάτωι πανομοίϊος· εἰσέτι δ' ἄλλας
20
      εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.
αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦ
      καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,
τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπ' ἠθμοῦ
      πύργου δουρατέου κλίμακι κευθομένηι,
25
δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν· αὐτίκα δ' ὀκτὼ
      ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας.
τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς
      κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.


      Anthologia Graeca 9, 619
      Ἀγαθίου σχολαστικοῦ

Νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα,
      τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη·
ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι
      Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην.
5
νίκησεν τὸ λοετρόν· ἔοικε δὲ τοῦτο βοώσηι
      Παλλάς· «ἐνικήθην ὕδασιν, οὐ Παφίηι.»

      Anthologia Graeca 9, 631
      Ἀγαθίου σχολαστικοῦ

Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολοντες
      τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης·
ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις,
      βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.
5
ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆς
      τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.

      Anthologia Graeca 9, 641
      Ἀγαθίου σχολαστικοῦ

Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων
      ἔθενα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,
Σαγγάριε, κρατερῆισι ῥοὰς ἁψῖσι πεδηθείς,
      οὕτω ἐδουλώθης κοιρανικῆι παλάμηι·
5
ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής,
      κεῖσαι λαϊνέηι σφιγκτὸς ἀλυκτοπέδηι.

      Anthologia Graeca 9, 642
      Ἀγαθίου σχολαστικοῦ

Πᾶν τὸ βροτῶν σπατάλμα καὶ ἡ πολύολβος ἐδοδὴ
      ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.
οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες ἅ θ' ὑπὲρ ἴγδιν
      τρίψιες ἤ τε τόση βρωματομιξαπάτη
5
γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ' ἄρα γαστήρ
      ὁππόσα πειναλέη δέξατο λαυκανίη.
ὀψὲ δὲ γινώσκει τις ὅτ' ἄφρονα μῆτιν ἀείρων
      χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.

      Anthologia Graeca 9, 643
      Τοῦ αὐτοῦ

Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ
      οἰμώζεις, μελέων πάγχυ βαρυνομένων;
ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις,
      ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;
5
μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ
      μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.
ἀλλ' ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις
      βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·
ἐνθάδε δ' ἀσχάλλεις, μούνη δ' ἀλιτήματα λαιμοῦ
10
      ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.

      Anthologia Graeca 9, 644
      Τοῦ αὐτοῦ

Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ
      μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·
λιτὰ δέ σοι καὶ δεῖπνα καὶ ἐν ξυλόχοισι καθεύδεις,
      ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.
5
ἔμπης ἀρτίπος ἐσσὶ καὶ ἐνθάδε βαιὰ καθεσθεὶς
      αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην·
οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν οὐδέ τι μηροὺς
      τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος.
τλήμονες οἱ πλουτοῦντες, <ἀεὶ> πυκινοῖσι συνόντες,
10
      οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.

      Anthologia Graeca 9, 653
      Ἀγαθίου σχολαστικοῦ

«Τῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν»,
      ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων.
κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῶι,
      ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην·
5
ὑψόθι δ' εἰσενόησα θαλασσαίην περιωπήν.
      ναὶ τάχα τῆς ἀρετῆς πιστότατος θάλαμος.

      Anthologia Graeca 9, 657
      Ἀγαθίου σχολαστικοῦ

Ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει
      πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ' ἠϊόνων,
χρύσεα συλλέκτρωι τάδ' ἀνάκτορα θῆκεν ἀνάσσηι
      τῆι πολυκυδίστηι θεῖος ἄναξ Σοφίηι.
5
ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖο
      κάλλος ἀπ' Εὐρώπης δέρκεαι εἰς Ἀσίην.

      Anthologia Graeca 9, 662
      Ἀγαθίου σχολαστικοῦ

Χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι,
            πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος.
ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων
      νηδὺς ἐπεγδούπει λύματα χευομένη.
5
ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας
      θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.

      Anthologia Graeca 9, 665
      Ἀγαθίου σχολαστικοῦ

Εἶξον ἐμοί, Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου
      κείμενον, ἀγραύλου κάλλος ἐρημοσύνης.
ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες αἵ τ' ἐνὶ πόντωι
      Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην·
5
ἀμφ' ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης
      καί με παρ' ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.

      Anthologia Graeca 9, 677
      Ἀγαθίου σχολαστικοῦ

Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν
      τηλίκον, ἀρκτώιοις ἄσθμασι βαλλόμενον·
ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης,
      ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει·
5
καί ῥ' ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν, ἡ δὲ περισσὴ
      τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι.

      Anthologia Graeca 9, 766
      Ἀγαθίου σχολαστικοῦ

Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν
      ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους·
αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω
      ἔνδοθεν, ἀλλ' εἴργω μᾶλλον ἐπειγομένους.
5
οὐδὲ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ
      ἡμετέρης διαδὺς πλέγμα λινοστασίης.
ὄρνεά που σώιζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω.
      ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;

      Anthologia Graeca 9, 767
      Ἀγαθίου σχολαστικοῦ

Ἑζόμενος μὲν τῆιδε παρ' εὐλάϊγγι τραπέζηι
      παίγνια κινήσεις τερπνὰ βολοκτυπίης.
μήτε δὲ νικήσας μεγαλίζεο, μήτ' ἀπολειφθεὶς
      ἄχνυσο τὴν ὀλίγην μεμφόμενος βολίδα.
5
καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός,
      καὶ κύβος ἀγγέλει βένθος ἐχεφροσύνης.

      Anthologia Graeca 9, 768
      Ἀγαθίου σχολαστικοῦ

Παίγνια μὲν τάδε πάντα· Τύχης δ' ἑτερότροπος ὁρμὴ
      ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν·
καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις,
      νῦν μὲν ὑπερβάλλων, νῦν δ' ἀπολειπόμενος.
5
αἰνέομεν δὴ κεῖνον ὃς ἐν βιότωι τε κύβωι τε
      χάρματι καὶ λύπηι μέτρον ἐφηρμόσατο.

      Anthologia Graeca 9, 769
      Ἀγαθίου σχολαστικοῦ

Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δ' ἀκολάστοις
      λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος.
ἀλλὰ σὺ μὴ λέξηις τι θεημάχον ὕστατος ἕρπων,
      μηδ' ἀναροιβδήσηις ῥινοβόλωι πατάγωι.
5
δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζειν
      ἐν σπουδῆι, καιρῶι δ' ἴσθι νέμειν τὸ πρέπον.

      Anthologia Graeca 16, 36
      Ἀγαθίου

Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης
      εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·
νῦν δ' ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης
      τῆιδέ σε τῆι γραφίδι στήσαμεν, Ἡράκλαμον.
5
εἰ δ' ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς
      αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειζόμεθα.

      Anthologia Graeca 16, 41
      Ἀγαθίου σχολαστικοῦ

Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,
      ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι
θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῆι
      εἰκόνι χῶρον ἔχηι γείτονα κοιρανέης.
5
αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου
      πλοῦτον ἀεξήσας, ἀλλὰ μετ' εὐσεβίης.
εὔγνωμον τὸ πόνημα· τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,
      εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;

      Anthologia Graeca 16, 59
      Ἀγαθίου σχολαστικοῦ

Οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι
      Βάκχην αἰδομένην στήσατο λαοτύπος.
οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσηι·
      «ἔξιτε· καὶ παταγῶ μηδενὸς ἱσταμένου».

      Anthologia Graeca 16, 72
      <Ἀγαθίου σχολαστικοῦ>

Ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων
      ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον·
ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου,
      κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης·
5
τὸν δ' ὑπὲρ εὐνομίας ἐπιθηλέος ἐνθάδε τοῦτον
      ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.
ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἄτρομε Ῥώμα,
      θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.

      Anthologia Graeca 16, 80
      Ἀγαθίου σχολαστικοῦ

Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης,
      ὠνητὴν φιλίην πᾶσι χαριζομένη·
εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ' ἔρωτος
      οἰστρηθεὶς Θωμᾶς τῆιδ' ἔθετο γραφίδι,
5
δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν· ἶσα γὰρ αὐτῶι
      κηρῶι τηκομένωι τήκεται ἡ κραδίη.

      Anthologia Graeca 16, 109
      Ἀγαθίου σχολαστικοῦ

Ἱππόλυτος τῆς γρηὸς ἐπ' οὔατι νηλέα μῦθον
      φθέγγεται· ἀλλ' ἡμεῖς οὐ δυνάμεσθα κλύειν.
ὅσσον δ' ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι,
      ὅττι παρεγγυάαι μηκέτ' ἄθεσμα λέγειν.

      Anthologia Graeca 16, 244
      Ἀγαθίου σχολαστικοῦ

«Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει·
      ἢ τί παρακλίνας οὖας ἄγεις καλάμωι;»
ὃς δὲ γελῶν σίγησεν· ἴσως δ' ἂν φθέγξατο μῦθον,
      ἀλλ' ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.
5
οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δ' ἠσπάζετο σιγήν,
      θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίηι.

      Anthologia Graeca 16, 331
      Ἀγαθίου σχολαστικοῦ

Σεῖο πολυκλήντα τύπον στῆσαν, Χαιρωνεῦ
      Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων,
ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους
      Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις.
5
ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον
      οὐδὲ σύ γ' ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.

      Anthologia Graeca 16, 332
      Ἀγαθίου σχολαστικοῦ

Εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,
      δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου
ἑπτὰ σοφῶν ἔμπροσθεν, ἐπεὶ κεῖνοι μὲν ἀνάγκην
      ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις.
5
ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,
      παίζων ἐν σπουδῆι, πείθει ἐχεφρονέειν.
φευκτὸν δ' ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ
      τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.