B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Ἐ π ι τ ύ μ β ι α

      Anthologia Graeca 7, 204
      Ἀγαθίου σχολαστικοῦ

Οὐκέτι που, τλ¡ημον σκοπέλων μετανάστρια πέρδιξ,
      πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις,
οὐδ' ὑπὸ μαρμαρυγ¡ηι θαλερώπιδος Ἠριγενείης
      ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.
5
σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε· τἆλλα δὲ πάντα
      ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν.
νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα,
      μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσηι.

      Anthologia Graeca 7, 205
      Ἀγαθίου σχολαστικοῦ

Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα
      ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις·
οὔ σε, φίλε πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω,
      ἀλλ' ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην.
5
ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω
      ὅσσ' ἐπ' Ἀχιλλῆος Πύρρος ἔτευξε τάφωι.

      Anthologia Graeca 7, 220
      Ἀγαθίου σχολαστικοῦ

Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον
      Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.
Δάκρυ δ' ἐπισπείσας· «χαίροις, γύναι· ἐκ γὰρ ἀκουῆς
      οἰκτείρω σ', ἐφάμην, ἣ πάρος οὐκ ἰδόμην.
5
ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλ' ἴδε Λήθην
      ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.»

      Anthologia Graeca 7, 551
      Ἀγαθίου σχολαστικοῦ

Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε
ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,
      ξυνὰ δὲ καὶ μοίρης λαχέτην λίνα καὶ παρὰ θίνα
      Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.
5
οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,
      ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.
χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ' ὑμέων
      ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.

      Anthologia Graeca 7, 552
      Ἀγαθίου σχολαστικοῦ
      Εἰς Περίκλειαν, τὴν ἰδίαν μητέρα.

Ὦ ξένε, τί κλαίεις; - Διὰ σὸν μόρον. - Οἶσθα τίς εἰμι; -
      Οὐ μὰ τόν, ἀλλ' ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσὶ δὲ τίς; - Περίκλεια. - Γυνὴ τίνος; - Ἀνδρὸς ἀρίστου,
      ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. -
5
Πῶς δέ σε Βοσπορίη κατέχει κόνις; - Εἴρεο Μοῖραν,
      ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. -
Παῖδα λίπες; - Τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων
      ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. -
Αἴθε καλῶς ζώοι. - Ναὶ, ναὶ, φίλος εὔχεο κείνωι,
10
      ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.

      Anthologia Graeca 7, 567
      Ἀγαθίου σχολαστικοῦ

Κανδαύλου τόδε σῆμα· Δίκη δ' ἐμὸν οἶτον ἰδοῦσα
      οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.
ἤθελε γὰρ δισσοῖσιν ὑπ' ἀνδράσι μηδὲ φανῆναι,
      ἀλλ' ἢ τὸν πρὶν ἔχειν ἢ τὸν ἐπιστάμενον.
5
χρῆν ἄρα Κανδαύλην παθέειν κακόν· οὐ γὰρ ἂν ἔτλη
      δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.

      Anthologia Graeca 7, 568
      Ἀγαθίου σχολαστικοῦ

Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων,
      ἣν μούνην Διδύμωι πατρὶ Θάλεια τέκεν.
ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδ' ἐπὶ παστοὺς
      ἠγάγετ' οὐδ' ἐρατῆς ἔργα τεκνοσπορίης;
5
οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον
      μέλλον ἄγειν, στυγεροῦ δ' εἰς Ἀχέροντος ἔβην.
ἀλλὰ θεοί, λίτομαι μητρός γε γόους πατέρος τε
      παύσατε τηκομένων εἵνεκ' ἐμεῦ φθιμένης.

      Anthologia Graeca 7, 569
      Ἀγαθίου σχολαστικοῦ

Ναὶ λίτομαι, παροδῖτα, φίλωι κατάλεξον ἀκοίτηι,
      εὖτ' ἂν ἐμὴν λεύσσηις πατρίδα Θεσσαλίην·
«κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος,
      αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠϊόνος·
5
ἀλλά οἱ αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο,
      ὄφρ' ἀναμιμνήσκηι τῆς ποτὲ κουριδίης.»

      Anthologia Graeca 7, 572
      Ἀγαθίου σχολαστικοῦ

Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ,
      λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·
ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους
      ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους.
5
ξυνὴ δ' ἀμφοτέρους κατέχει παγίς, εἰν ἑνὶ δ' ἄμφω
      κεῖνται, συζυγίης οὐκέτι παυόμενοι.

      Anthologia Graeca 7, 574
      Ἀγαθίου σχολαστικοῦ

Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκωι·
      Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·
ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων,
      οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.
5
οἰκτρὰ δ' ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι,
      κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι·
ἡ δὲ κόμην τίλλουσα γόωι πληκτίζετο μήτηρ,
      αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.
ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς
10
      ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.

      Anthologia Graeca 7, 578
      Ἀγαθίου σχολαστικοῦ

Τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων,
      τὸν λασιοστέρνων κέντορα παρδαλίων,
τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς
      σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην.
5
αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται,
      αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων.

      Anthologia Graeca 7, 583
      Ἀγαθίου σχολαστικοῦ

Ἀβάλε μηδ' ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα·
      οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.
νῦν δ' ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται,
      γαστρὶ δὲ δυσκόλπωι νεκρὸν ἔνεστι τέκος·
5
τρισσὴ δ' ἀμφιλύκη δρόμον ἤνυσεν ἐξότε μίμνει
      τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.
κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης·
      αὕτη γάρ σε φέρει καὶ χθονὸς οὐ χατέεις.

      Anthologia Graeca 7, 589
      Ἀγαθίου σχολαστικοῦ

Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα,
      μὴ πάλιν οἰμώξηι χεύματα Κασταλίης,
οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε Μοῦσαν
      θεσμῶν τ' Αὐσονίων ἐλπίδα μαψιδίην,
5
ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην
      ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.
καὶ τὸν μὲν κατέχει χθόνιος τάφος, ἀντὶ δὲ κείνου
      οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.

      Anthologia Graeca 7, 593
      Ἀγαθίου σχολαστικοῦ
      Εἰς Εὐγενίαν τινὰ θαυμασίαν καὶ σοφὴν
      γυναῖκα· ἦν δὲ αὕτη ἀδελφὴ Ἀγαθίου.


Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐαι καὶ ἀοιδᾶι,
      τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,
Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δ' ἐπὶ τύμβωι
      κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.

      Anthologia Graeca 7, 596
      Ἀγαθίου σχολαστικοῦ

Ναὶ μὰ τὸν ἐν γαίηι πύματον δρόμον, οὔτε μ' ἄκοιτις
      ἔστυγεν οὔτ' αὐτὸς Θεύδοτος Εὐγενίης
ἐχθρὸς ἑκὼν γενόμην· ἀλλὰ φθόνος ἠέ τις ἄτη
      ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.
5
νῦν δ' ἐπὶ Μινῶιην καθαρὴν κρηπῖδα μολόντες
      ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.

      Anthologia Graeca 7, 602
      Ἀγαθίου σχολαστικοῦ

Εὐστάδιε, γλυκερὸν μὲν ἔχεις τύπον, ἀλλά σε κηρὸν
      δέρκομαι, οὐδ' ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος
ἕζεται ἐν στομάτεσσι· τεὴ δ' εὐάνθεμος ἥβη,
      αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.
5
πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ
      τετράκις ἓξ μούνους ἔδρακες ἠελίους·
οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος
      ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος
τὴν ἄδικον μοῖραν καταμέμφεται, οὕνεκα τοίην,
10
      ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.

      Anthologia Graeca 7, 612
      Ἀγαθίου σχολαστικοῦ

Φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν
      Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.
ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί,
      ὥσπερ Ἰωάννηι πάντα συνολλύμνα.
5
καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,
      τύμβον Ἰωάννης ἀνθ' Ἑλικῶνος ἔχειν.

      Anthologia Graeca 7, 614
      Ἀγαθίου σχολαστικοῦ

Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις
      ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·
ὄκκα δ' Ἀθηναίηισι σὺν ὁλκάσιν ἐνθάδε κέλσας
      τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης,
5
τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως
      ἔκτανε τήνας <δὴ> τῆιδε βιησόμενος.
ταὶ δὲ κατ' Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην
      καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην·
δάμωι δ' ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,
10
      μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.
τοῖα μέν, ὦ κούρα, πεπονήκατον· ἂψ δ' ἐπὶ πάτραν
      ἥκετον, ἐν δ' αὐτᾶι κεῖσθον ἀποφθιμένα·
εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων
      εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·
15
ὑμνεῦσιν δ' ἔτι πάντες ὁμόφρονας ἡρωΐνας,
      πάτρας καὶ ποσίων πήματα τισαμένας.