B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Π ρ ο τ ρ ε π τ ι κ ά

      Anthologia Graeca 10, 14
      Ἀγαθίου σχολαστικοῦ

Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης
      κύματα λευκαίνει φρικὶ χαρασσόμενα·
οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα
      ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.
5
οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν
      κάρφεσι κολλητὸν πηξαμένη θάλαμον.
θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,
      κἂν παρὰ Σικελικὴν ποντοπορῆις κροκάλην·
μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου
10
      ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.

      Anthologia Graeca 10, 64
      Ἀγαθίου σχολαστικοῦ

Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ
      πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;
νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ὤιχεο· τοῖς πρότερον δὲ
      οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.
5
πολλή σοι, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ' ὁμοίως
      πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα.

      Anthologia Graeca 10, 66
      Ἀγαθίου σχολαστικοῦ

Εὖτέ τις ἐκ πενίης πλούτου ἠδὲ καὶ ἀρχῆς,
      οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον.
τὴν ποτὲ γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δὲ
      τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.
5
ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δέ,
      αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν.
πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ' ἀπιθήσεις,
      ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.

      Anthologia Graeca 10, 68
      Ἀγαθίου

Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ' ἄρ' ἀνάγκη,
      ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι.
θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις
      κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.
5
δέρκεο τῶν ἀλόγων ζώιων γένος· ἦ γὰρ ἐκείνων
      οὐδὲν ἀτιμάζει θέσμια συζυγίης·
ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ' ἀλεγεινοὶ
      ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.

      Anthologia Graeca 10, 69
      Τοῦ αὐτοῦ

Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυσίης γενετῆρα,
      τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;
μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ' αὐτὸν
      εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον·
5
αἱ δέ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ' ἐπ' ἄλλον
      ἐρχόμεναι θνητῶν, καί μεταβαλλόμεναι.