B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Agathias
ca. 530 - ca. 580
     
   



Κ ύ κ λ ο ς   τ ῶ ν   ν έ ω ν
ἐ π ι γ ρ α μ μ ά τ ω ν


Ἀ γ α θ ί ο υ
ἐ π ι γ ρ ά μ μ α τ α


__________________________________________________

 
 
      Σ κ ω π τ ι κ ά

      Anthologia Graeca 11, 350
      Ἀγαθίου σχολαστικοῦ

Νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ
      ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;
ῥήτρηι πιστεύεις πυκινόφρονι, σῆι τε μενοινῆι
      ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένηι.
5
ἐλπίζειν ἔξεστι· Θέμιν δ' οὐκ οἶδεν ἀμεῖψαι
      τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.

      Anthologia Graeca 11, 352
      Ἀγαθίου σχολαστικοῦ

Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα
      εἴρετό τις τοίην κρουματικὴν σοφίην·
«Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας,
      ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως
5
λεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμα
      πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·
ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθέντα
      ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.»
ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν
10
      ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·
«ἔστι δ'» ἔφη «λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται
      ἐξ ὄϊος χολάδων ἄμμιγα τερπσομένων·
τοὔνεκεν εἰσὶν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ,
      ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.
15
γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα,
      καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.
καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῶι
      πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.»

      Anthologia Graeca 11, 354
      Ἀγαθίου σχολαστικοῦ

Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,
      σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
τοῖα περὶ ψυχῆς τις ἀνείρετο· «πῶς θέμις εἰπεῖν
      τὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον;
5
σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖς
      τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;»
αὐτὰρ ὃς τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων,
      καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
καὶ παρὰ τῶι Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς,
10
      πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
εἶτα περιστέλλων τὸ τριβῶνιον, εἶτα γενείου
      ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν·
«εἴπερ ὅλως ἔστι ψυχῆς φύσις - οὐδὲ γὰρ οἶδα -,
      ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,
15
στερνοφυὴς ἢ ἄϋλος· ὅταν δ' Ἀχέροντα περήσηις,
      κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.
εἰ δ' ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην
      μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον·
καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν,
20
      μοῦνον ὅπερ ζητεῖς τοῦθ' ὑπολειπόμενος.»

      Anthologia Graeca 11, 365
      Ἀγαθίου σχολαστικοῦ

Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι,
      οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,
ἤιτεε δ' ἐξερέειν εἴπερ θέρος αἴσιον αὐτῶι
      ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη·
5
ὃς δὲ λαβὼν ψυφῖδας, ὑπὲρ πινακός τε πυκάζων
      δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·
«εἴπερ ἐπομβρηθῆι τὸ ἀρούριον ὅσσον ἀπόχρη,
      μηδέ τιν' ὑλαίην τέξεται ἀνθοσύνην,
μηδὲ πάγος ῥήξηι τὴν αὔλακα, μηδὲ χαλάζηι
10
      ἄκρον ἀποδρυφθῆι δράγματος ὀρνυμένου,
μηδὲ κεμὰς κείηισι τὰ λήϊα, μηδέ τιν' ἄλλην
      ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,
ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ' ἀποκόψεις
      τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.»

      Anthologia Graeca 11, 372
      Ἀγαθίου σχολαστικοῦ

Σῶμα φέρων σκιοειδές, ἀδερκέϊ σύμποον αὔρηι,
      μή ποτε θαρσήσηις ἄγχι τινὸς πελάσαι,
μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσηι
      ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον.
5
οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψας
      ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.

      Anthologia Graeca 11, 376
      Ἀγαθίου σχολαστικοῦ

Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν
      εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης·
«ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν
      ἀλλοτρίην τ' εἶναι λάτριν ἐπιστάμενος
5
ζεῦξεν ἑῶι θεράποντι. τέκεν δ' ὑπὸ παῖδας ἐκείνωι·
      καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;»
ὅς δ' ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην,
      εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον·
«ἢ σοὶ ἢ τῶι ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη
10
      δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις·
δίζεο δ' εὐμενέοντα δικασπόλον, αἶψα δ' ἀποίσηι
      ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.»

      Anthologia Graeca 11, 379
      Ἀγαθίου σχολαστικοῦ

Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας
      ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσηι·
εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ,
      ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.
5
ἀλλ' οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε
      βήσομαι ὑμετέρηι γαστρὶ φυλαξόμενος.
εἰ δέ ποτ' ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ' ἄνυσσεν
      Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·
ἀλλ' ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω,
10
      Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.

      Anthologia Graeca 11, 382
      Ἀγαθίου σχολαστικοῦ

Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο,
      καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,
νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν,
      καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·
5
ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης,
      τῆς παιωνιάδος πληθόμενος σοφίης,
πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν
      ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.
Ἀλκιμένους δ' ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου
10
      φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,
καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα,
      πάντ' ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.
καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει
      σεμνοπροσωπήσας καὶ σοβαρευόμενος·
15
«εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ
      καὶ πυρετῶι λήξηι πνεῦμα δασυνόμενον,
οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖν
      σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.
θάρσει· τὸν νιμικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ
20
      εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου,
καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς,
      ἐν τριτάτηι μοίρηι κάλλιπε κληρονόμον.»