BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον κβ´

 

Ἰωάσαφ δέ, μετὰ τὸ ἐξελθεῖν τὸν Βαρλαάμ, εὐχῆι ἑαυτὸν ἐδίδου καὶ δάκρυσι θερμοτάτοις, καὶ ἔλεγεν· Ὦ Θεός, εἰς τὴν βοήθειαν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον, ὅτι σοι ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῶι σὺ ἦσθα βοηθός· ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σῶσόν με καὶ ἐνίσχυσόν με τὸν ἀνάξιον τοῦ πορευθῆναι τὴν ὁδὸν τῶν ἁγίων σου ἐντολῶν, ὅτι ἐγὼ μὲν ἀσθενὴς καὶ ταλαίπωρος καὶ ποιῆσαι τὸ ἀγαθὸν οὐχ ἱκανός· σὺ δὲ σώζειν με δυνατός, ὁ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα συγκρατῶν καὶ συνέχων. μὴ ἐάσηις με ὀπίσω τῶν θελημάτων τῆς σαρκὸς τῶν πονηρῶν πορεύεσθαι· ἀλλὰ τὸ σὸν δίδαξον ποιεῖν θέλημα, καὶ συντήρησόν με εἰς τὴν αἰώνιόν σου καὶ μακαρίαν ζωήν. ὦ Πάτερ, καὶ Υἱέ, καὶ θεῖον Πνεῦμα, ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Θεότης, σὲ ἐπικαλοῦμαι καὶ σὲ δοξάζω· σὲ γὰρ ὑμνεῖ πᾶσα κτίσις, καὶ σὲ δοξολογοῦσιν αἱ νοεραὶ τῶν ἀσωμάτων δυνάμεις εἰς τοὺς αἰῶνας. ἀμήν.

Ἔκτοτε οὖν πάσηι φυλακῆι ἐτήρει ἑαυτόν, καθαρότητα ψυχῆς τε καὶ σώματος ἑαυτῶι περιποιούμενος, ἐγκρατείαι τε συζῶν καὶ προσευχαῖς ὁλονύκτοις καὶ δεήσεσιν. ἡμέρας μὲν γὰρ πολλάκις περικοπτόμενος τῆι τε τῶν συνόντων αὐτῶι συναυλίαι, ἔσθ᾽ ὅτε καὶ τῆι τοῦ βασιλέως πρὸς αὐτὸν ἐπιδημίαι ἢ τῆι αὐτοῦ εἰς ἐκεῖνον μετακλήσει, ἡ νὺξ αὐτῶι τὰ τῆς ἡμέρας ἀνεπλήρου ὑστερήματα, ἐν εὐχαῖς καὶ δάκρυσι μέχρι διαφαύματος ἱσταμένου αὐτοῦ καὶ τὸν Θεὸν ἐπικαλουμένου· ὅθεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα ἐπ᾽ αὐτὸν ἐπληροῦτο· Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.

Ὁ δὲ Ζαρδὰν ἐκεῖνος, τὴν τοιαύτην αὐτοῦ αἰσθόμενος διαγωγὴν καὶ λύπης πληρούμενος, μερίμναις τε δειναῖς τὴν ψυχὴν βαλλόμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειε· τέλος, τῆι ἀνίαι καταπονηθείς, εἰς τὸν ἑαυτοῦ ἀπεδήμησεν οἶκον, ἀρρωστεῖν προσποιούμενος. ὡς δὲ εἰς γνῶσιν τῶι βασιλεῖ τοῦτο ἐληλύθει, ἄλλον μὲν ἀντ᾽ αὐτοῦ τῶν πιστοτάτων καθυπηρετεῖν τῶι υἱῶι ἐξαπέστειλεν· αὐτὸς δέ, τῆς τοῦ Ζαρδὰν ἐπιμελούμενος ὑγείας, ἰατρὸν αὐτῶι πέμπει δοκιμώτατον καὶ φροντίδος ὅτι πολλῆς ἀξιοῖ θεραπευθῆναι.

Ὁ δὲ ἰατρός, ἐπεὶ τῶι βασιλεῖ οὗτος κεχαρισμένος ἦν, ἐπιμελῶς ἐπεσκέψατο, καί, ἄριστα διαγνοὺς τὰ κατ᾽ αὐτόν, τῶι βασιλεῖ θᾶττον ἀναγγέλλει, ὡς Ἐγώ, φησί, οὐδενὸς νοσήματος αἴτιον ἐν τῶι ἀνθρώπωι εὑρεῖν δεδύνημαι· ἔνθεν τοι καὶ ὑπολαμβάνω, ἀθυμίαι τινὶ τὴν ψυχὴν βληθέντα, τοῦτον μαλακισθῆναι. ὁ δὲ βασιλεύς, τούτων ἀκούσας τῶν ῥημάτων, ὑπέλαβε βαρέως αὐτῶι τὸν υἱὸν διατεθῆναι, καὶ τούτου χάριν λυπηθέντα αὐτὸν ὑποχωρῆσαι. μαθεῖν δὲ τὸ πρᾶγμα ἀκολούθως βουλόμενος, δεδήλωκε τῶι Ζαρδάν, ὡς Αὔριον ἐλεύσομαι, φησί, θεωρῆσαί σε, καὶ τὰ τῆς ἐπισυμβάσης σοι διαγνῶναι ἀρρωστίας.

Ὁ Ζαρδὰν δέ, ταύτης ἀκούσας τῆς ἀγγελίας, ἅμα πρωὶ περιβαλλόμενος αὐτοῦ τὸ ἱμάτιον, πορεύεται πρὸς τὸν βασιλέα. καὶ εἰσελθὼν προσεκύνησεν αὐτῶι ἐπὶ τῆς γῆς. ὁ δὲ βασιλεύς, Τί, φησί, παρεβιάσω ἑαυτὸν παραγενέσθαι; αὐτὸς γὰρ ἤθελον ἐπισκέψασθαί σε, καὶ πᾶσι γνωρίσαι τὴν πρὸς σέ μου φιλίαν. ὁ δὲ ἀντέφησεν· Ἡ ἐμή, βασιλεῦ, ἀσθένεια οὐκ ἔστι τῶν συνήθων ἀνθρώποις ἀρρωστιῶν· ἀλλ᾽ ἐκ λυπηρᾶς καὶ ἐμμερίμνου ψυχῆς τῆς καρδίας ὀδυνωμένης συνωδυνήθη τὸ σῶμα. ἀφροσύνη δέ μοι ἦν οὕτως ἔχοντά με μὴ δουλικῶς πρὸς τὸ σὸν παραγενέσθαι κράτος, ἀλλὰ τὴν σὴν βασιλείαν προσμένειν ἕως ἐμοῦ τοῦ οἰκέτου σκυλῆναι. τοῦ βασιλέως οὖν πυνθανομένου τίς ἡ τῆς ἀθυμίας αὐτοῦ αἰτία, ὑπολαβὼν ὁ Ζαρδάν, Μέγας ἐμοὶ κίνδυνος, ἔφη· καὶ μεγάλων ἐγὼ τιμωριῶν ἄξιος, πολλῶν δὲ θανάτων ἔνοχος καθέστηκα, ὅτι σοῦ τοῖς προστάγμασιν ἀμελῶς διατεθεὶς ἀνίας σοι πολλῆς ὅσον οὐδέπω πρόξενος γέγονα. 

Αὖθις δὲ ὁ βασιλεύς, Καὶ τίνα σὺ ἀμέλειαν ἠμέληκας; ἤρετο· τί δὲ τὸ περιέχον σε δέος; Ἐν τῆι περὶ τὸν κύριόν μου τὸν υἱόν σου ἀκριβείαι ἠμέληκα, ἔφη. πονηρὸς γὰρ ἄνθρωπος καὶ γόης ἐλθὼν ὡμίλησεν αὐτῶι τὰ τῆς θρησκείας τῶν Χριστιανῶν. εἶτα διηγεῖται κατὰ μέρος τῶι βασιλεῖ τὰ λαληθέντα παρὰ τοῦ γέροντος πρὸς τὸν υἱὸν αὐτοῦ, καὶ μεθ᾽ ὅσης ἡδονῆς ἐκεῖνος τὸν λόγον ἐδέξατο, καὶ ὡς ὅλος τοῦ Χριστοῦ ἐγεγόνει. πρὸς δὲ καὶ τὴν κλῆσιν ἐδήλου τοῦ γέροντος, Βαρλαὰμ τοῦτον καλεῖσθαι εἰπών. ἀκηκόει γὰρ καὶ πρότερον ὁ βασιλεὺς τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τῆς ἀκροτάτης ἀσκήσεως αὐτοῦ. ὡς δ᾽ εἰς ἀκοὰς ταῦτα ἦλθε τῶι βασιλεῖ, κλόνωι εὐθὺς ἐκ τῆς περιπεσούσης αὐτῶι ἀθυμίας βάλλεται, καὶ θυμοῦ πληροῦται, μικροῦ καὶ ἀποπήγνυται τῶι ἀκούσματι. καὶ αὐτίκα προσκαλεῖται Ἀραχήν τινα οὕτω λεγόμενον, ὃς καὶ τῶν δευτερείων μετὰ τὸν βασιλέα ἠξιοῦτο, καὶ πρῶτος αὐτῶι ἐν πάσαις ταῖς ἀποκρύφοις συμβουλίαις ἐτύγχανεν· ἅμα δὲ καὶ τῆς ἀστρολογίας ἐπιστήμων ἦν ὁ ἀνήρ. πρὸς ὃν παραγενόμενον τὸ συμβὰν ὁ βασιλεὺς σὺν ἀθυμίαι πολλῆι καὶ ἀδημονίαι διηγεῖται. ὁ δέ, τὸν τάραχον αὐτοῦ καὶ τὴν σύγχυσιν τῆς ψυχῆς θεασάμενος, Ἀτάραχά σοι, φησί, ἔστω καὶ ἄλυπα, Ὦ βασιλεῦ· οὐκ ἀνέλπιστον γὰρ ἡμῖν ἔτι τὸ μεταπεσεῖν αὐτόν· ἀλλὰ καὶ λίαν βεβαιότατα γινώσκω θᾶττον αὐτὸν καὶ ἐξαρνήσασθαι τὴν τοῦ πλάνου ἐκείνου διδασκαλίαν, καὶ τῶι σῶι συνθέσθαι θελήματι.

Τούτοις οὖν τοῖς ῥήμασι τὸν βασιλέα εἰς τὸ εὐθυμότερον ὁ Ἀραχὴς μεταβαλών, τῆι περὶ τὸ πρᾶγμα διασκέψει μελέτην ἐποιοῦντο. Καὶ τοῦτο, φησίν, ὦ βασιλεῦ, πρὸ πάντων ποιήσωμεν· καταλαβεῖν σπεύσωμεν τὸν δεινὸν Βαρλαάμ. καὶ εἰ τούτου ἐπιτύχωμεν, οὐκ ἀστοχήσομεν, εὖ οἶδα, τοῦ σκοποῦ, οὐδὲ ψευσθησόμεθα τῆς ἐλπίδος. ἀλλ᾽ ἐκεῖνος αὐτός, ἢ ῥήμασι πιθανοῖς ἢ βασάνων ὀργάνοις πολυειδέσι πεισθείς, ἄκων ἂν ὁμολογήσειε ψευδῆ καὶ πεπλανημένα φάσκειν, καὶ τὸν κύριόν μου καὶ υἱόν σου τοῦ πατρώιου ἔχεσθαι μεταπείσειε δόγματος. εἰ δὲ ἐκεῖνον μὲν καταλαβεῖν οὐ δυνηθείημεν, ἕτερον ἐγὼ ἐπίσταμαι πρεσβύτην μονερημίτην, Ναχὼρ καλούμενον, ὅμοιον τῶι Βαρλαὰμ κατὰ πάντα, ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν, τῆς ἡμετέρας δόξης ὄντα, καὶ διδάσκαλον ἐμὸν ἐν τοῖς μαθήμασι γενόμενον. τούτωι ὑπαγορεύσας ἐγώ, νύκτωρ ἀπελθών, πάντα κατὰ μέρος ἀφηγήσομαι. εἶτα, κρατηθῆναι τὸν Βαρλαὰμ διαφημήσαντες, τοῦτον παραστησόμεθα· ὃς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας, τὰ τῶν Χριστιανῶν πρεσβεύειν προσποιήσεται, καὶ τούτους διεκδικῶν φανήσεται. εἶτα, μετὰ πολλὴν διάλεξιν ἡττώμενος, κατὰ κράτος ἐκνικηθήσεται. καὶ ταῦτα ὁ τοῦ βασιλέως υἱὸς θεώμενος, ὡς ὁ Βαρλαὰμ μὲν ἡττήθη, τὰ δὲ ἡμέτερα ὑπερνικᾶι, τοῖς νικῶσι πάντως συνθήσεται· μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος. ἐπιστραφήσεται γὰρ καὶ ὁ τὸ προσωπεῖον τοῦ Βαρλαὰμ ὑποδύς, καὶ πεπλανῆσθαι αὐτὸν διαβεβαιώσειε.

Ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λαληθεῖσι, καὶ ἄριστα βουλεύσασθαι ἔδοξε, κεναῖς ἐπερειδόμενος ἐλπίσιν. ἔνθεν τοι καὶ τὸν Βαρλαὰμ ἔναγχος μαθὼν ὑποχωρῆσαι, χειρώσασθαι ἔσπευδε. λόχοις οὖν καὶ λοχαγοῖς τῶν διεξόδων τὰς πλείους διειληφώς, μίαν δὲ τῶν ὁδῶν, ἣν πασῶν μᾶλλον ὑφωρᾶτο, αὐτός, ἵπποις ἐπιβάς, ἀνὰ κράτος ἐδίωκε, προκαταλαβεῖν αὐτὸν ἐκ παντὸς τρόπου διανοούμενος. ἐν ὅλαις δὲ ἓξ ἡμέραις κοπιάσας, μάτην τεταλαιπωρήκει. εἶτα, αὐτὸς μὲν ἔν τινι τῶν βασιλικῶν παλατίων ἐν τοῖς ἀγροῖς διακειμένωι προσμείνας, τὸν Ἀραχὴν μετὰ ἱππέων οὐκ ὀλίγων ἕως αὐτῆς τῆς Σενααρίτιδος ἐρήμου ἐπὶ ζήτησιν ἀπέστειλε τοῦ Βαρλαάμ. καταλαβὼν δὲ ἐκεῖνος τὸν τόπον, πάντας τοὺς περιοίκους διετάραξε· καὶ τῶνδε μὴ ἑωρακέναι ποτὲ τὸν ἄνδρα βεβαιωσαμένων, ἐπὶ τὰς ἐρήμους ὁ ἄρχων τοὺς εὐσεβεῖς θηρεύσων ἐξήιει. πολύ τε τῆς ἐρήμου διοδεύσας διάστημα, ὄρη τε περικυκλώσας καὶ ἀτριβεῖς φάραγγας πεζεύσας καὶ δυσβάτους, μετὰ τῶν σὺν αὐτῶι ὄχλων ἀκρώρειάν τινα καταλαβών, καὶ στὰς ἐπ᾽ αὐτῆς, ὁρᾶι κατὰ τὴν ὑπώρειαν φάλαγγα ἐρημιτῶν περιπατοῦσαν. καὶ εὐθὺς τῶι τοῦ ἄρχοντος προστάγματι πάντες ἐπ᾽ αὐτοὺς θέουσιν ἀπνευστί, ἄλλος ἄλλον τοῖς δρόμοις φθάσαι φιλονεικοῦντες· καὶ φθάσαντες, περιεχύθησαν αὐτοῖς κύνες ὡσεὶ πολλοὶ ἢ θηρία πονηρά τινα καὶ μισάνθρωπα· καὶ κρατοῦσι τοὺς ἄνδρας τῶι τε εἴδει καὶ τῆι καταστάσει σεμνοτάτους, καὶ τὰ σήμαντρα τῆς ἐρημικῆς καταστάσεως ἐπὶ τῶν προσώπων φέροντας· καὶ τούτους σύροντες τῶι ἄρχοντι παρέστησαν, οὐ θορυβηθέντας ὅλως, οὐκ ἀγεννές τι καὶ σκυθρωπὸν ἐνδειξαμένους ἢ φθεγξαμένους. ὁ δὲ προάγων αὐτῶν καὶ οἱονεὶ καθηγούμενος πήραν ἐβάσταζε τριχίνην, μεστὴν λειψάνων προεκδημησάντων τινῶν ἁγίων Πατέρων.

Κατανοήσας δὲ αὐτοὺς ὁ Ἀραχής, ὡς οὐκ εἶδε τὸν Βαρλαὰμ (ἐγίνωσκε γὰρ αὐτόν), συνεχύθη τῆι λύπηι. λέγει δὲ πρὸς αὐτούς· Ποῦ ἔστιν ὁ ἀπατεὼν ἐκεῖνος, ὁ τὸν υἱὸν πλανήσας τοῦ βασιλέως; ὁ δὲ τὴν πήραν βαστάζων ἀπεκρίνατο· Οὐκ ἔστιν ἐκεῖνος ἐν ἡμῖν· μηδὲ γένοιτο· φεύγει γὰρ ἡμᾶς τῆι τοῦ Χριστοῦ διωκόμενος χάριτι. ἐν ὑμῖν δὲ τὰς οἰκήσεις ἔχει· ὁ ἄρχων ἔφη· Γινώσκεις οὖν αὐτόν; Ναί, φησὶν ὁ ἐρημίτης· οἶδα τὸν ἀπατεῶνα λεγόμενον, ὅς ἐστιν ὁ διάβολος, ὁ μέσον ὑμῶν κατοικῶν καὶ παρ᾽ ὑμῶν λατρευόμενός τε καὶ θεραπευόμενος. ὁ ἄρχων λέγει· Περὶ τοῦ Βαρλαὰμ ἐγὼ τὴν ζήτησιν ἔχω, καὶ τοῦτον ἠρόμην σε μαθεῖν ποῦ ἔστιν· ὁ δὲ μοναχός· Καὶ ἵνα τί, φησίν, ἀλληνάλλως ἐλάλησας, περὶ τοῦ ἀπατήσαντος τὸν υἱὸν τοῦ βασιλέως τὴν πεῦσιν προσαγαγών; εἰ γὰρ τὸν Βαρλαὰμ ἐζήτεις, ἔδει σε πάντως εἰπεῖν· Ποῦ ἔστιν ὁ ἐκ τῆς πλάνης ἐπιστρέψας καὶ σώσας τὸν τοῦ βασιλέως υἱόν; ἐκεῖνος γὰρ ἀδελφὸς ἡμῶν ὑπάρχει καὶ συνασκητής· ἐκ πολλῶν δὲ ἤδη ἡμερῶν οὐ τεθεάμεθα αὐτόν. ὁ δὲ Ἀρχής· Τὸ οἴκημα αὐτοῦ, φησίν, ὑπόδειξον. ὁ ἀσκητὴς ἀπεκρίνατο· Εἰ θεάσασθαι ὑμᾶς ἤθελεν, ἐκεῖνος ἂν εἰς συνάντησιν ὑμῶν ἐξῆλθεν. ἡμῖν δ᾽ οὖν οὐκ ἔξεστι τὸ δωμάτιον αὐτοῦ ὑμῖν γνωρίσαι.

Θυμοῦ ἐπὶ τούτωι ἐμπίμπλαται ὁ ἄρχων, καί φησι πρὸς αὐτόν, ὀργίλον ἅμα καὶ θηριῶδες ἐμβλέψας· Ξένωι νυνὶ θανάτωι ὑμᾶς θανατώσω, εἰ ἐξ αὐτῆς τὸν Βαρλαὰμ οὐ παραστήσετέ μοι· Καὶ τί, φησὶν ὁ ἀσκητής, ὁρᾶις ἐν ἡμῖν, οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον; χάριν γάρ σοι μᾶλλον ὁμολογήσομεν, ὅτι τῆς ἀρετῆς ἐχομένους τοῦ βίου ἐξήγαγες. δεδοίκαμεν γὰρ οὐ μικρῶς τὸ τοῦ τέλους ἄδηλον, μὴ εἰδότες πῶς ἔχοντας ἡμᾶς καταλήψεται, μή που γνώμης ὄλισθος ἢ ἐπήρειά τις δαιμονικὴ τῆς προαιρέσεως τὴν ἔνστασιν μεταστρέψηι, καὶ ἕτερα φρονεῖν ἢ ποιεῖν παρὰ τὰ τῶι Θεῶι ὡμολογημένα μεταπείσειεν. ὅθεν τυχεῖν ὧν ἐλπίζετε ὅλως ἀπειπόντες, μὴ ὀκνήσητε ποιεῖν ὅπερ βούλεσθε. οὔτε γὰρ τὸ τοῦ θεοφιλοῦς ἡμῶν ἀδελφοῦ οἰκητήριον, καίτοι γε εἰδότες, ὑποδείξομεν, οὔτε ἄλλα τινὰ ὑμῖν λανθάνοντα μοναστήρια προδώσομεν, ταύτηι τὸν θάνατον ἐκφυγεῖν κακῶς ἀνεχόμενοι· ἀλλὰ καλῶς μᾶλλον θανούμεθα, ἱδρῶτας ἀρετῆς πρότερον, καὶ νῦν ἀνδραγαθίας αἷμα, τῶι Θεῶι προσενέγκαντες. 

Οὕτω παρρησιασαμένους οὐκ ἐνεγκὼν ὁ ἀλιτήριος, ἀλλὰ πρὸς τὸ γενναῖον τοῦ φρονήματος ὀξύτατα κινηθείς, πολλαῖς αὐτοὺς περιέβαλε πληγαῖς καὶ βασάνοις· ὧν τὸ μεγαλόψυχον καὶ γενναῖον καὶ τῶι τυράννωι ἄξιον θαύματος ἐνομίσθη. ὡς δὲ μετὰ πολλὰς τιμωρίας πείθειν οὐκ εἶχεν, οὔτε ὑποδεῖξαί τις αὐτῶι τὸν Βαρλαὰμ ἠνείχετο, λαβὼν τούτους, ἐπὶ τὸν βασιλέα κελεύει τυπτομένους καὶ προπηλακιζομένους ἄγεσθαι, βαστάζοντας καὶ τὴν πήραν τῶν λειψάνων.