BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον κε´

 

Ταῦτα τοῦ πατρὸς ἀπειλησαμένου καὶ μετ᾽ ὀργῆς ὑποχωρήσαντος, εἰς τὸν ἑαυτοῦ κοιτῶνα ὁ υἱὸς εἰσελθών, καὶ πρὸς τὸν οἰκεῖον ἀγωνοθέτην τοὺς ὀφθαλμοὺς ἀνατείνας, Κύριε, ὁ Θεός μου, ἐκ βάθους ἀνέκραξε τῆς καρδίας, γλυκεῖα ἐλπὶς καὶ ἀψευδὴς ἐπαγγελία, ἡ κραταιὰ καταφυγὴ τῶν σοὶ προσανακειμένων, ἴδε μου τὴν συντριβὴν τῆς καρδίας ἱλέωι καὶ εὐμενεῖ ὄμματι, καὶ μὴ ἐγκαταλίπηις με, μηδὲ ἀποστῆις ἀπ᾽ ἐμοῦ· ἀλλά, κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν, γενοῦ μετ᾽ ἐμοῦ τοῦ ἀναξίου καὶ εὐτελοῦς· σὲ γὰρ γινώσκω καὶ ὁμολογῶ ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. αὐτὸς οὖν με ἐνίσχυσον ἐν ταύτηι τῆι καλῆι ὁμολογίαι μέχρι τελευταίας διαμεῖναι ἀναπνοῆς· ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με, καὶ παράστηθι ἐκ πάσης διατηρῶν με σατανικῆς ἐνεργείας ἀλώβητον· ἐπίβλεψον, βασιλεῦ· διαπέφλεκται γὰρ ἰσχυρῶς ἡ ψυχή μου τῶι σῶι πόθωι, καὶ ἐκκέκαυται ὡς ἐν δίψηι καύματος ἐν ἀνύδρωι, σὲ ἐπιποθοῦσα τὴν πηγὴν τῆς ἀθανασίας. μὴ παραδώιης τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῆς ψυχῆς τοῦ πτωχοῦ σου μὴ ἐπιλάθηι εἰς τέλος· ἀλλὰ παράσχου μοι τῶι ἁμαρτωλῶι παρ᾽ ὅλην μου τὴν ζωὴν ὑπὲρ τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς ὁμολογίας πάντα παθεῖν, καὶ ὅλον ἐμαυτόν σοι καταθῦσαι· σοῦ γὰρ ἐνδυναμοῦντος καὶ οἱ ἀσθενεῖς ὑπερισχύσουσιν, ὅτι μόνος εἶ σύμμαχος ἀήττητος καὶ Θεὸς ἐλεήμων, ὃν εὐλογεῖ πᾶσα κτίσις τὸν δεδοξασμένον εἰς τοὺς αἰῶνας. ἀμήν.

Οὕτως εὐξάμενος θείας ἤισθετο παρακλήσεως τῆι αὐτοῦ ἐπιφοιτησάσης καρδίαι, καὶ θάρσους ἐμπλησθεὶς εὐχόμενος ὅλην διετέλεσε τὴν νύκτα. ὁ δὲ βασιλεὺς Ἀραχῆι τῶι φίλωι κοινολογησάμενος τὰ περὶ τοῦ παιδός, καὶ τὴν ἀπότομον αὐτοῦ παρρησίαν ἀμετάθετόν τε δηλώσας γνώμην, βουλὴν τίθεται φίλιον ὁ Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν, ταῖς κολακείαις ἐλπίζων ἴσως ἐφελκύσασθαι. ἔρχεται τοιγαροῦν τῆι ἐπαύριον πρὸς τὸν υἱόν· καὶ καθίσας ἐγγύτερον τοῦτον προσεκαλέσατο. εἶτα περιπλακεὶς κατεφίλει, πράως ὑπερχόμενος καὶ ἠπίως, Ὦ τέκνον ποθεινότατον, εἰρηκώς, καὶ φιλούμενον, τίμησον τὴν τοῦ σοῦ πατρὸς πολιάν, καί, τῆς ἐμῆς ἀκούσας δεήσεως, προσελθὼν θυσίαν τοῖς θεοῖς προσάγαγε. οὕτω γὰρ ἐκείνους τε εὐμενεῖς ἕξεις, καὶ μακρότητα ἡμερῶν, δόξης τε πάσης καὶ βασιλείας ἀνεπηρεάστου καὶ παντοίων ἀγαθῶν μετουσίαν παρ᾽ αὐτῶν ἀπολήψηι, ἐμοί τε τῶι πατρὶ ἔσηι κεχαρισμένος διὰ βίου παντός, καὶ πᾶσιν ἀνθρώποις τίμιός τε καὶ ἐπαινετός. μέγα γὰρ εἰς ἐπαίνου λόγον τῶι πατρὶ ὑπακούειν, καὶ μάλιστα ἐπ᾽ ἀγαθῶι καὶ τῆι εἰς θεοὺς εὐνοίαι. τί δέ, τέκνον, ὑπέλαβες; πότερον ὡς ἑκὼν τῆς ἀγαθῆς ἐκκλίνας ὁδοῦ τὴν ἐναντίαν ἰέναι προέκρινα, ἢ ἀγνοίαι καὶ ἀπειρίαι τοῦ ἀγαθοῦ τοῖς ὀλεθρίοις ἐμαυτὸν ἐξέδωκα; ἀλλ᾽, εἰ μὲν ἑκόντα με νομίζεις τοῦ συμφέροντος προτιμᾶν τὰ κακὰ καὶ τῆς ζωῆς προκρίνειν τὸν θάνατον, πάνυ μοι δοκεῖς, τέκνον, τῆς ὀρθῆς ἀποσφαλῆναι κρίσεως. ἦ οὐχ ὁρᾶις ὅσηι κακουχίαι καὶ ταλαιπωρίαι πολλάκις ἐμαυτὸν ἐκδίδωμι ἐν ταῖς κατὰ τῶν ἐχθρῶν ἐκστρατείαις, ἢ ἄλλαις τισὶ τοῦ κοινοῦ προστασίαις ἀσχολούμενος, ὡς καὶ πείνης τε καὶ δίψης, πεζοπορίας τε καὶ χαμαικοιτίας, οὕτω δεῆσαν, μὴ φείσασθαι; πλούτου δὲ καὶ χρημάτων τοσαύτη μοι πρόσεστιν ὑπεροψία τε καὶ καταφρόνησις, ὡς ἀφθόνως ἔσθ᾽ ὅτε τὰ ταμιεῖα πάντα τοῦ ἐμοῦ παλατίου κατακενῶσαι εἰς τὸ ἀνοικοδομῆσαι τοὺς τῶν θεῶν μεγίστους ναοὺς καὶ παντοίωι τούτους καταλαμπρῦναι κόσμωι ἢ τοῖς στρατοπέδοις ἀφθόνως διανεῖμαι τοὺς θησαυροὺς τῶν χρημάτων. τοιαύτης οὖν μετέχων τῶν ἀπολαυστικῶν ὑπεροψίας καὶ τῆς ἐν τοῖς δεινοῖς καρτερίας, εἰ τὴν τῶν Γαλιλαίων ἐγίνωσκον θρησκείαν κρείττονα τῆς ἐν χερσὶν ὑπάρχειν, πόσης ἂν οὐκ ἔκρινα τὸ πρᾶγμα σπουδῆς ἄξιον, πάντων μὲν ὑπεριδεῖν καὶ τὴν ἐμαυτοῦ περιποιήσασθαι σωτηρίαν; εἰ δὲ ἄγνοιάν μοι καὶ ἀπειρίαν τοῦ καλοῦ καταγινώσκεις, σύνες ὅσας πολλάκις νύκτας ἀΰπνους διετέλεσα, ζητήματός τινος προτεθέντος, ἔσθ᾽ ὅτε καὶ οὐ πολὺ ἀναγκαίου, μὴ παρέχων ὅλως ἐμαυτῶι ἀνάπαυσιν, πρὶν ἢ τοῦ ζητουμένου σαφῆ καὶ εὐπρεπεστάτην εὕροιμι τὴν λύσιν.

Εἰ οὖν τῶν προσκαίρων τούτων πραγμάτων οὐδὲ τὸ σμικρότατον ἔχω εὐκαταφρόνητον, ἄχρις οὗ πάντα συμφερόντως καὶ ἐπὶ λυσιτελείαι τῶν ἁπάντων ἐπιτελεσθείη, καὶ οὐδενὶ ἑτέρωι ἀκριβέστερον ἡ τῶν ἀπορρήτων διάγνωσις ἐν πάσηι, ὡς οἶμαι, τῆι ὑφηλίωι διερευνᾶσθαι ὡς ἐμοὶ παρὰ πάντων μεμαρτύρηται, πῶς τὰ θεῖα, καὶ ἃ σέβεσθαι καὶ θεολογεῖν θέμις, εὐκαταφρόνητα ἂν ἐλογισάμην, καὶ μὴ πάσηι σπουδῆι, πάσηι δυνάμει, ὅληι τῆι ψυχῆι καὶ ὅλωι τῶι νοΐ, εἰς τὴν τούτων ἀπησχόλησα ἐμαυτὸν ζήτησιν, τοῦ εὑρεῖν τἀληθῆ καὶ πρεπωδέστατα; καί γε ἐζήτησα ἐμπόνως, πολλὰς μὲν νύκτας ἴσα ταῖς ἡμέραις ἐν τούτοις ἀναλώσας, πολλοὺς δὲ σοφοὺς καὶ ἐπιστήμονας εἰς τήνδε τὴν βουλὴν συγκαλέσας, πολλοῖς δὲ καὶ τῶν λεγομένων Χριστιανῶν ὁμιλήσας. καὶ τῆι ἀόκνωι συζητήσει καὶ διαπύρωι ἐρεύνηι εὑρέθη μοι ἡ τῆς ἀληθείας ὁδός, παρὰ σοφῶν τῆι τε λογιότητι καὶ συνέσει τετιμημένων μαρτυρηθεῖσα ὡς οὐκ ἔστιν ἄλλη πίστις εἰ μὴ ἣν σήμερον πορευόμεθα, τοῖς μεγίστοις θεοῖς λατρεύοντες καὶ τῆς γλυκείας βιοτῆς καὶ ἐνηδόνου ἀντεχόμενοι, τῆς πᾶσιν ἀνθρώποις παρ᾽ αὐτῶν δεδωρημένης, ἥτις τερπνότητος ὅτι πλείστης καὶ θυμηδίας πεπλήρωται, ἣν οἱ τῶν Γαλιλαίων ἔξαρχοι καὶ μυσταγωγοὶ ἀφρόνως ἀπώσαντο, ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως προΐεσθαι, μὴ εἰδότες τί λέγουσιν ἢ περὶ τίνων διαβεβαιοῦνται.

Σὺ δέ, φίλτατε υἱέ, τῶι σῶι πείσθητι πατρὶ δι᾽ ἀκριβοῦς καὶ ἀληθεστάτης ἐρεύνης τὸ ὄντως καλὸν εὑρηκότι. ἰδοὺ γὰρ ἀποδέδεικται ὡς οὔτε ἑκών, οὔτε μὴν ἀγνοίας τρόπωι, διήμαρτον τοῦ ἀγαθοῦ, ἀλλ᾽ εὗρον καὶ προσελαβόμην· ἐπιποθῶ δὲ καὶ σὲ μὴ ἀνοήτως πλανᾶσθαι, ἀλλ᾽ ἐμοὶ ἀκολουθῆσαι. αἰδέσθητι οὖν τὸν πατέρα σου. ἢ οὐκ οἶδας ὁποῖόν ἐστι καλὸν τῶι πατρὶ πείθεσθαι καὶ αὐτῶι ἐν πᾶσι χαρίζεσθαι; ὡς ἔμπαλιν ὀλέθριον καὶ ἐπάρατον τὸ πατέρα παραπικραίνειν καὶ τὰς αὐτοῦ παρ᾽ οὐδὲν τιθέναι ἐντολάς; ὅσοι γὰρ τοῦτο ἐποίησαν, κακοὶ κακῶς ἀπώλοντο· οἷς σύ, τέκνον, μὴ συναριθμηθείης· ἀλλά, τὰ τῶι τεκόντι κεχαρισμένα ποιῶν, πάντων ἐπιτύχοις τῶν ἀγαθῶν, καὶ κληρονόμος γένοιο τῆς εὐλογίας τῆς ἐμῆς καὶ βασιλείας.

Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς νεανίας τῆς τοῦ πατρὸς περιττολογίας καὶ ἀνοήτου ἀντιβολῆς ἀκούσας, καὶ γνοὺς τὰς τοῦ σκολιοῦ δράκοντος μηχανάς, ὡς ἐκ τῶν δεξιῶν αὐτοῦ τοῖς ποσὶν ἡτοίμασε παγίδα, κατακάμψαι τὴν θεοειδῆ ψυχὴν τεχναζόμενος καὶ πρὸς τὸ προκείμενον ἐμποδίσαι βραβεῖον, τὸ δεσποτικὸν πρὸ ὀφθαλμῶν ἔθετο πρόσταγμα, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, εἰπόντος, ἀλλὰ μάχην καὶ μάχαιραν· ἦλθον γὰρ διχάσαι υἱὸν κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ τὰ ἑξῆς. καί, ὅτι Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καί, Ὅστις με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ταῦτα λογισάμενος, καὶ τῶι θείωι φόβωι τὴν ψυχὴν πεδήσας, τῶι πόθωι τε καὶ ἔρωτι ἐνισχύσας, τὸ Σολομόντειον ἐκεῖνο ῥῆμα πάνυ κατὰ καιρὸν ἐξελάβετο, Καιρός, φάσκον, τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. καὶ πρῶτα μέν, κατὰ νοῦν εὐξάμενος, Ἐλέησόν με, Κύριε, εἶπεν, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῆι σκιᾶι τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθηι ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ.

Εἶτά φησι πρὸς τὸν βασιλέα· Τὸ μὲν θεραπεύειν πατέρα καὶ τοῖς αὐτοῦ ὑπείκειν προστάγμασιν, εὐνοίαι τε καὶ φιλίαι καθυπηρετεῖν, ὁ κοινὸς ἡμᾶς διδάσκει Δεσπότης, φυσικὴν ἡμῖν τὴν τοιαύτην ἐγκατασπείρας στοργήν. ὅταν δὲ ἡ τῶν γονέων σχέσις καὶ φιλία πρὸς αὐτὸν φέρηι τὸν κίνδυνον τὴν ψυχὴν καὶ τοῦ Δημιουργοῦ πόρρω ποιῆι, ἐκκόπτειν ταύτην παντάπασι προστετάγμεθα, καὶ μηδόλως εἴκειν τοῖς χωρίζουσιν ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ μισεῖν τούτους καὶ ἀποστρέφεσθαι, κἂν πατὴρ ὁ τὰ ἀπευκταῖα ἐπιτάττων εἴη, κἂν μήτηρ, κἂν βασιλεύς, κἂν τῆς ζωῆς αὐτῆς κύριος. διὰ ταῦτα τῆς πατρικῆς μὲν σχέσεως ἕνεκα τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι. διὸ μήτε σεαυτῶι κόπους πάρεχε, μήτε ἐμοί· ἀλλ᾽ ἢ πείσθητι καὶ τῶι ζῶντι ἄμφω καὶ ἀληθινῶι λατρεύσωμεν Θεῶι· ἃ γὰρ νῦν σέβηι εἴδωλα εἰσί, χειρῶν ἀνθρωπίνων ἔργα, πνοῆς ἔρημα καὶ κωφά, μηδὲν ὅλως ἢ μόνην ἀπώλειαν καὶ τιμωρίαν αἰώνιον τοῖς αὐτὰ σεβομένοις προξενοῦντα. 

Εἰ δὲ μὴ τοῦτο βούλοιο, ποίει εἰς ἐμὲ ὅπερ σοι δοκεῖ· δοῦλος γάρ εἰμι τοῦ Χριστοῦ, καὶ οὔτε θωπείαις, οὔτε κολάσεσι τῆς αὐτοῦ ἀποστήσομαι ἀγάπης, καθὰ δὴ καὶ τῆι προτεραίαι εἶπόν σοι, μέσον ἐμβαλὼν τὸ τοῦ Δεσπότου μου ὄνομα καὶ ἀσφαλέστατα τὸν λόγον ἐμπεδωσάμενος. ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν, μήτε μὴν ἀγνοίαι διαμαρτάνειν τοῦ ἀγαθοῦ, ἀλλὰ πολλῆι καὶ ἐμπόνωι συζητήσει τοῦτο ἔγνως ὄντως εἶναι καλόν, τὸ εἰδώλοις λατρεύειν καὶ ταῖς ἡδοναῖς τῶν παθῶν προσηλοῦσθαι, κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν. ὅτι δὲ πολλή σοι περικέχυται ἀγνωσίας ἀχλὺς καὶ ὡς ἐν σκότει ψηλαφητῶι πορευόμενος οὐδόλως ὁρᾶις φωτὸς κἂν μικράν τινα μαρμαρυγήν, ὅθεν τὴν εὐθεῖαν ἀπολέσας κρημνοῖς καὶ φάραγξι δεινοῖς περιπεπλάνησαι, τοῦτο κἀγὼ βεβαίως ἐπίσταμαι καὶ σέ, πάτερ, γινώσκειν βούλομαι. διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι· ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ σέβηι θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι· οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως, ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ ἀποτρόπαιος. πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ὁ ἐμὸς ἔφη διδάσκαλος, καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου.

Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην; ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δι᾽ οὗ τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ἅιδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾶι οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης. πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾶις, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον· μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν δόξηι ἀνεκλαλήτωι καὶ δυνάμει φοβερᾶι, ὁ μόνος Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὧι πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τοσαύτην ἐμποιήσει τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· καὶ παραστήσονται αὐτῶι τρόμωι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστά. σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς ὁ οὐρανὸς μὲν εἱλιγήσεται ὡς βιβλίον, ἡ γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ τότε πάντες οἱ ἀπ᾽ αἰῶνος θανόντες ἐν ῥιπῆι ὀφθαλμοῦ ζῶντες παραστήσονται τῶι βήματι τοῦ ἀθανάτου Δεσπότου, καὶ ἕκαστος λόγον δώσει ὑπὲρ ὧν ἔπραξε. τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, οἱ πιστεύσαντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἐν ἔργοις ἀγαθοῖς τελέσαντες τὸν παρόντα βίον. πῶς δέ σοι διηγήσομαι τὴν μέλλουσαν αὐτοὺς τότε διαδέχεσθαι δόξαν; κἂν γὰρ τῶι ἡλιακῶι παραβάλλω φωτὶ τὴν λαμπρότητα αὐτῶν καὶ τὸ κάλλος, κἂν ἀστραπῆι τῆι φανοτάτηι, οὐδὲν τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐν τῆι βασιλείαι τῶν οὐρανῶν, ἐν τῶι φωτὶ τῶι ἀπροσίτωι, ἐν τῆι δόξηι τῆι ἀπορρήτωι καὶ ἀτελευτήτωι.

Καὶ οἱ μὲν δίκαιοι τοιούτων τεύξονται τῶν ἀγαθῶν τοιαύτης δὲ τῆς μακαριότητος· οἱ δὲ τὸν ὄντως ὄντα Θεὸν ἀρνησάμενοι, καὶ τὸν πλάστην καὶ δημιουργὸν ἀγνοήσαντες, δαίμοσι δὲ μιαροῖς λατρεύσαντες, καὶ εἰδώλοις κωφοῖς τὸ σέβας ἀπονείμαντες, τὰς ἡδονάς τε τοῦ ματαίου βίου τούτου ποθήσαντες, καὶ δίκην χοίρων τῶι βορβόρωι τῶν παθῶν κυλισθέντες, καὶ πάσης κακίας ὁρμητήριον τὰς ἑαυτῶν ψυχὰς ποιησάμενοι, σταθήσονται γυμνοὶ καὶ τετραχηλισμένοι, κατησχυμμένοι καὶ κατηφεῖς, ἐλεεινοὶ καὶ τῶι σχήματι καὶ τῶι πράγματι, ὄνειδος προκείμενοι πάσηι τῆι κτίσει. πάντα δὲ αὐτῶν τὰ ἐν λόγωι, τὰ ἐν ἔργωι, τὰ ἐν διανοίαι, πρὸ προσώπου αὐτῶν ἐλεύσονται. εἶτα, μετὰ τὴν αἰσχύνην ἐκείνην τὴν χαλεπωτάτην καὶ τὸ ὄνειδος ἐκεῖνο τὸ ἀφόρητον, καταδικασθήσονται εἰς τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον καὶ ἀφεγγές, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ σκώληκα τὸν ἰοβόλον. αὕτη ἡ μερὶς αὐτῶν, οὗτος ὁ κλῆρος, οἷς εἰς αἰῶνας συνέσονται τοὺς ἀτελευτήτους τιμωρούμενοι, ἀνθ᾽ ὧν, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ παρωσάμενοι, διὰ πρόσκαιρον ἁμαρτίας ἡδονὴν κόλασιν αἰώνιον ἐξελέξαντο. ὑπὲρ δὴ τούτων, ὥστε τῆς ἀρρήτου μὲν χαρᾶς ἐκείνης ἐπιτυχεῖν καὶ τῆς ἀπορρήτου δόξης ἀπολαύειν, τοῖς ἀγγέλοις δὲ ἀντιλάμπειν, καὶ τῶι ἀγαθῶι καὶ γλυκυτάτωι Δεσπότηι μετὰ παρρησίας παρίστασθαι, τὰς πικροτάτας δὲ τιμωρίας καὶ ἀτελευτήτους καὶ τὴν ὀδυνηρὰν ἐκείνην ἐκφυγεῖν αἰσχύνην, πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ καὶ αὐτὰς τὰς ψυχάς; τίς οὕτως ἀγεννής, τίς οὕτως ἀσύνετος, ὡς μὴ μυρίους ὑποστῆναι προσκαίρους θανάτους, ἵνα τοῦ αἰωνίου ἀπαλλαγῆι καὶ ἀτελευτήτου θανάτου, τὴν ζωὴν δὲ κληρονομήσηι τὴν μακαρίαν τε καὶ ἀνώλεθρον, καὶ τῶι φωτὶ περιλαμφθῆι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος;