B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   η ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ ηʹ μετὰ τοῦ αʹ

c8.39 Ἡ ἀπὸ Σκυθῶν ῥῆσις. 
c8.40 Ἡ ἀφύη πῦρ. 
c8.41 Ἡ ἅμαξα τὸν βοῦν. 
c8.41c Ἡ βραχυλογία ἐγγύς ἐστι τοῦ σιγᾶν. 

Τὸ ηʹ μετὰ τοῦ δʹ

c8.42 Ἡδὺ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν. 

Τὸ ηʹ μετὰ τοῦ κʹ

c8.43 Ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν. 
c8.43a Ἡ κακὴ κρίσις παντὸς κακοῦ αἰτίον. 
c8.44 Ἡ κύων ἐν φάτνηι. 
c8.45 Ἢ χρίνον, ἢ κολοκύντην. 
c8.46 Ἡ κέρκος τῆι ἀλώπεκι μαρτυρεῖ. 

Τὸ ηʹ μετὰ τοῦ λʹ

c8.47 Ἡλικίαν σὴν οὐκ ἔχω. 
c8.48 Ἢ λέγε τὶ σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε. 
c8.49 Ἡ Λύκου. 
c8.50 Ἥλιξ ἥλικ{α} {τέρ}πει. 
c8.51 Ἡλίωι φῶς δανίζεις. 
c8.52 Ἧλος τὸν ἧλον.
Πάτταλος τὸν πάτταλον ἐξέκρουσεν. 
c8.53 ᾽Ηλιθιώτερος ἀιδώνιδος τοῦ Πραξιτέλους. 

Τὸ ηʹ μετὰ τοῦ μʹ

c8.54 Ἠμένι πελειάς. 
c8.55 Ἢ μένοντα ἀποθανεῖν, ἢ νικᾶν. 
c8.55a Ἡμίονος κανθήλιος. 
c8.56 Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες. 
c8.57 Ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο. 

Τὸ ηʹ μετὰ τοῦ νʹ

c8.58 Ἢν μὴ καθάρηις καὶ ἀλέσηις, οὐ φάγηις. 
c8.59 Ἣν ἔλαχες σπάρταν, ταύτην κόσμει. 
c8.60 Ἦν ποτε κἀμοὶ πρώρα καὶ πρύμνη. 

Τὸ ηʹ μετὰ τοῦ οʹ

c8.61 Ἢ οὐ πεττεύω. 

Τὸ ηʹ μετὰ τοῦ πʹ

c8.62 Ἡ παναγαῖα Ἄρτεμις. 

Τὸ ηʹ μετὰ τοῦ ρʹ

c8.63 Ἡρακλῆς ξενίζεται. 
c8.64 Ἡράκλειος νόσος. 
c8.65 Ἡρακλῆς καὶ πίθηκος. 
c8.66 Ἡράκλεια λουτρά. 
c8.67 Ἡράκλειος λίθος. 
c8.68 Ἡράκλειος ψώρα. 

Τὸ ηʹ μετὰ τοῦ σʹ

c8.69 Ἦσαν ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι. 
c8.69b Ἢ σιγὴν καίριον, ἢ λόγον ὠφέλιμον. 

Τὸ ηʹ μετὰ τοῦ τʹ

c8.70 Ἡττήθης τινὸς ἀλεκτρυόνος. 
c8.71 Ἢ τὰν ἢ ἐπὶ τᾶς. 
c8.72 Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι. 
c8.73 Ἤτοι τέθηκεν, ἢ διδάσκει γράμματα. 

Τὸ ηʹ μετὰ τοῦ φʹ

c8.74 Ἡ Φάνου θύρα. 
c8.75 Ἢ φρονεῖν ἔλασσον ἢ δύνασθαι δεῖ μεῖζον. 
c8.76 Ἡφαίστειος δεσμός. 
c8.77 Ἡ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν. 
c8.77g Ἠὼς ὁρῶσα τὰ νυκτὸς ἔργα, γελᾶι.