<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Μ ι κ ρ ο φ ι λ ο τ ι μ ί α ς   κ α

________________________________________
 
 
 
(1) Ἡ δὲ μικροφιλοτιμία δόξει εἶναι ὄρεξις τιμῆς ἀνελεύθερος, ὁ δὲ μικροφιλότιμος τοιοῦτός τις, 

(2) οἷος σπουδάσαι ἐπὶ δεῖπνον κληθεὶς παρ' αὐτὸν τὸν καλέσαντα κατακείμενος δειπνῆσαι.

(3) καὶ τὸν υἱὸν ἀποκεῖραι ἀπαγαγὼν εἰς Δελφούς, (4) καὶ ἐπιμεληθῆναι δέ, ὅπως αὐτῶι ὁ ἀκόλουθος Αἰθίοψ ἔσται. 

(5) καὶ ἀποδιδοὺς μνᾶν ἀργυρίου καινὸν ποιῆσαι ἀποδοῦναι. 

(6) καὶ κολοιῶι δὲ ἔνδον τρεφομένωι δεινὸς κλιμάκιον πρίασθαι καὶ ἀσπίδιον χαλκοῦν ποιῆσαι, ὁ ἔχων ἐπὶ τοῦ κλιμακίου ὁ κολοιὸς πηδήσεται. 

(7) καὶ βοῦν θύσας τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς εἰσόδου προσπατταλεῦσαι στέμμασι μεγάλοις περιδήσας, ὅπως οἱ εἰσιόντες ἴδωσιν, ὅτι βοῦν ἔθυσε. 

(8) καὶ πομπεύσας δὲ μετὰ τῶν ἱππέων τὰ μὲν ἄλλα πάντα δοῦναι τῶι παιδὶ ἀπενεγκεῖν οἴκαδε, ἀναβαλλόμενος δὲ θοἰμάτιον ἐν τοῖς μύωψι κατὰ τὴν ἀγορὰν περιπατεῖν. 

(9) καὶ κυναρίου δὲ Μελιταίου τελευτήσαντος αὐτῶι, μνῆμα ποιῆσαι καὶ στηλίδιον, ποιήσας ἐπιγράψαι· Κλάδος Μελιταῖος. 

(10) καὶ ἀναθεὶς δακτυλίδιον χαλκοῦν ἐν τῶι Ἀσκληπιείωι τοῦτο ἐκτρίβειν, στεφανοῦν, ἀλείφειν ὁσημέραι. 

(11) ἀμέλει δὲ καὶ διοικήσασθαι παρὰ τῶν συμπρυτάνεων, ὅπως ἀπαγγείληι τῶι δήμωι τὰ ἱερά, καὶ παρεσκευασμένος λαμπρὸν ἱμάτιον καὶ ἐστεφανωμένος παρελθὼν εἰπεῖν· Ὦ ἄνδρες Ἀθηναῖοι, ἐθύομεν οἱ πρυτάνεις τὰ ἱερὰ τῆι Μητρὶ τῶν θεῶν, τὰ γαλάξια, καὶ τὰ ἱερὰ καλά, καὶ ὑμεῖς δέχεσθε τὰ ἀγαθά. καὶ ταῦτα ἀπαγγείλας ἀπιὼν διηγήσασθαι οἴκαδε τῆι ἑαυτοῦ γυναικί, ὡς καθ' ὑπερβολὴν εὐημέρει.

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>