BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Oppianos

floruit ca. 215 p. Chr. n.

 

Κυνηγετικά

 

Βιβλίον αʹ

 

___________________________________________________

 

 

 

 

Σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα,

φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων,

Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε·

τὸν μεγάλη μεγάλωι φιτύσατο Δόμνα Σεβήρωι,

5

ὀλβίωι εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα,

νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια,

Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη,

οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης·

(εὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.)

10

τῶι ῥα πατὴρ μεγάληισι πονησάμενος παλάμηισι

δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν.

σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,

καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα·

σοὶ δέ τε πάντα νάουσιν ἀπ' Ὠκεανοῖο ῥέεθρα,

15

φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια.

Τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνε' ἀεῖσαι.

τοῦτό με Καλλιόπη κέλεται, τοῦτ' Ἄρτεμις αὐτή.

ἔκλυον, ἧι θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς,

καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδ' ἔνισπεν·

20

Α. Ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν,

τὴν μερόπων οὔπω τις ἑῆις ἐπάτησεν ἀοιδαῖς.

Ο. Ἵλαθι, πότνια δῖα, τὰ δ' ἐν φρεσὶ σῆισι μενοινᾶις,

ἄμμες ὑφ' ἡμετέρηι μεροπηΐδι λέξομεν ἠχῆι·

Α. Οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,

25

οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.

Ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια νύκτερα θύσθλα·

δηθάκις ἀμφεχόρευσα Θυωναίωι Διονύσωι.

Α. Μὴ γένος ἡρώων εἴπηις, μὴ ναυτίλον Ἀργώ,

μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσηις.

30

Ο. Οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·

ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.

Α. Ἀμφὶ πόθοις ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·

ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.

Ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.

35

Α. Μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτήρων·

μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,

βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·

ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν

καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης

40

καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.

Τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός.

ἔκλυον, ἀείδω· βάλλοιμι δ' ἐπίσκοπον ἠχήν.

ἀλλὰ σύ γ', ἀντολίηθεν ἐπ' Ὠκεανὸν βασιλεύων,

εὔδιον ἀμβροσίηισιν ὑπ' ὀφρύσι σῆισι γεγηθώς,

45

δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν

γαίηι καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.

Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,

ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·

ἀλλ' οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,

50

ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,

καὶ ταναοὺς ὄρνιθας ἀπ' ἠέρος εἰρύσασθαι,

ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;

οὐ μὲν ἄρ' οὐδ' ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι

ἄγρη νόσφι πόνοιο· πόνωι δ' ἅμα τέρψις ὀπηδεῖ

55

μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.

ἤτοι ὁ μὲν πέτρηισιν ἐφήμενος ἀγχιάλοισι

γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς

ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·

τερπωλὴ δ', ὅτε χαλκοῦ ὑπαὶ γενύεσσι τορήσας

60

ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα

εἰνάλιον φορέηισι δι' ἠέρος ὀρχηστῆρα.

ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπ' ἄγρην

οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,

ἀλλ' αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος

65

καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς

οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.

τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;

ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;

ἰῶι πορδαλίων δὲ τίς ἂν μύραιναν ἐΐσκοι,

70

ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις,

ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντ' ἐλέφαντι;

θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,

ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,

ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,

75

τίγριν δ' ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες,

κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.

ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,

ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·

δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·

80

δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομ' ἀείσων.

Πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων·

ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον

χρειὼ ἀναγκαίη, χρειὼ δ' ἄρα τάφρον ἁλέσθαι.

δηθάκι δ' ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,

85

ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι.

τῶι μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν,

μηδ' ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι

θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα.

τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,

90

ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι.

καὶ δ' ἄρα δεξιτερῆι μὲν ἐπικραδάοιεν ἄκοντας

ἀμφιδύμους ταναούς, δρεπάνην δ' ἐπὶ μεσσόθι ζώνης·

καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο,

καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.

95

λαιῆι δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ

ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν.

εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας

ἑλκέσθω, σφίγγοιτο δ' ἐπημοιβοῖς τελαμῶσιν.

αὐχένος αὖθ' ἑκάτερθε παρήορον ἐκ παλαμάων

100

εἷμα περιστέλλοιτ' ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων,

ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν

κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν,

ὄφρα κε μὴ θήρεσσιν ἀπ' ὄμματος ὕπνον ἕλοιτο

ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.

105

μηδ' ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα

πολλάκι κινύμενον πνοιῆι κελάδοντος ἀήτου

θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι.

ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες·

τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.

110

Ἄλλοτε δ' ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων,

ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο,

καὶ μεσάτου, ποτὲ δ' ἑσπερίου· ποτὲ δ' αὖτε καὶ ὄρφνηι

θῆρας ὑπ' ἀκτίνεσσι σεληναίης ἐδάμασσαν.

Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι

115

πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν

εἴαρι φυλλοτόκωι καὶ φυλλορόωι φθινοπώρωι·

ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι

καὶ κυσὶν ὠμηστῆισι θέειν εὐκραέες ὧραι

εἴαρι χρυσείωι, κρυερῶν νεφέων ἐλατῆρι,

120

ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα,

ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·

ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·

ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·

ἢ πάλιν ἐσχατίηισιν ὀπωρινῆισι τροπῆισιν,

125

ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ,

καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει

καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,

σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.

χείματι δ' ἐν μεσάτωι μέσου ἤματος ἀγρώσσοιεν,

130

εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς,

κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,

ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.

ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν

ἄζαν τ' ἠελίου· κέλομαι δ' ἐπ' ἄεθλον ἱκάνειν

135

πρώτηι ὑπ' ἀμφιλύκηι, ὅθ' ἑωθινὸν ἀγροιῶται

ἱστοβοῆος ἔνερθεν ὑπ' εὐποίητον ἐχέτλην

γειοτόμον δαμάληισιν ἐπιθύνουσιν ἄροτρον·

ἢ πάλιν ἑσπερίηισιν ὅτ' ἠέλιος ζυγὰ κλίνει,

ὁππότε σημαίνουσιν ἑαῖς ἀγέληισι νομῆες,

140

εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς

βριθόμεναι μαζούς τε καὶ οὔθατα κυμαίνουσαι·

οἱ δ' ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων

πάντες ἑαῖσι φίληισι περισκαίρουσι τεκούσαις,

ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,

145

αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ,

μηκάδας αὖτ' ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.

Καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε

ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,

ἔντεά τ' εὐθήροιο μέγα πνείοντα φόνοιο,

150

ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον

δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,

αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,

ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,

φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,

155

ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας,

σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,

ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.

Ἵππους δ' εἰς θήρην μέγα κυδήεντας ἀγέσθων

ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι

160

θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν,

ἀλλ' ὅτ' ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ

ἵππων ὠκυπόδων, ἀπὸ δ' ἱππάδα τηλόσ' ἐρύκειν,

ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος,

καί τ' ἀΐοντες ἄδην κρυερὴν φύζανδε νέωνται

165

νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ.

ἵππων δ' αἰόλα φῦλα, τόσ' ἔθνεα μυρία φωτῶν,

ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν·

ἀλλ' ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ

ὅσσοι θ' ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·

170

Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες, Ἀχαιοί,

Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί,

Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί.

ἵππον δ' ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο

ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,

175

εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται·

βαιὸν ὑπὲρ δειρῆφι μετήορον ὕψι κάρηνον

ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·

ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι·

εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δ' ἄρα κόρσης

180

ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι·

ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·

εὐρεῖαι ῥῖνες, στόμα δ' ἄρκιον, οὔατα βαιά·

γυραλέη δειρὴ τελέθοι λασιαύχενος ἵππου,

ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·

185

πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,

καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα·

ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·

μηροὶ δ' εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν

ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ

190

καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,

οἷα τανυκραίροισιν ἀελλοπόδεσσ' ἐλάφοισι·

καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ

ὕψι μάλ' ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.

τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ

195

θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.

Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ

Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τε νέμονται.

θαῦμα δὲ Καππαδόκεσσι μέγ' ἔδρακον ὠκυπόδεσσι·

εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα

200

καὶ γλαγερὸν φορέουσι δέμας, τελέθουσ' ἀμενηνοί·

κραιπνότεροι δὲ πέλουσιν, ὅσωι μάλα γηράσκουσι.

κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο

αἴθωνάς τ' ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες

ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,

205

θηρσί τ' ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.

πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος

ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;

ἢ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν ὀπωπαῖς

αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτηισι,

210

καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,

καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δ' αὖτις ὀρούειν,

καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;

πολλάκι καὶ δῆριν ἀνδρῶν ἐπελάσσατο πύργοις

ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν

215

ἀσπὶς ὑπὲρ κεφαλῆς ἐπικάρσιον ἀσπίδ' ἐρείδει,

ὁππότ' ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,

καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,

δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δ' αἴγλη

χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δ' ὀπίσσω

220

κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.

ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα

ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·

αἰὲν γινώσκουσιν ἑὸν φίλον ἡνιοχῆα

καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα

225

καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.

ἵππος ἐν ὑσμίνηι ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς

καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν

ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.

ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος

230

Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.

ἵππος ἐπ' ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,

ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.

ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,

καὶ χρεμέθων ποτὲ πῶλος ὑφ' ἡνιόχοιο δόλοισι

235

θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα.

ἔξοχα δ' αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον

ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν

ἄχραντοι μυσέων, καθαρῆς τ' ἐράουσι Κυθείρης.

ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων

240

καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον·

τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους

ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην

καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.

αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ

245

μητέρα παιδὸς ἑοῖο παρ' ἀγκοίνηισι βαλέσθαι.

τοὺς δ' ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα

καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκ' ἔπειτα

αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,

ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.

250

ἄμφω μὲν πρώτιστα καλύψατο βυσσοδομεύων

ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίωι

πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γὰρ δὴ

ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·

καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο

255

ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις,

οἷος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε

Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.

οἱ δ' ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,

λοξῆισίν τ' ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς

260

ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γ' αἶψα

αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν,

ὕψι μάλ' ἠέρθησαν, ἀμείλιχα φυσιόωντες,

δεσμά τ' ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες,

οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,

265

ἀράς τ' εὐχόμενοι πολυπήμονι νυμφευτῆρι·

ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες,

ἀντιπέρην πέτρηισιν ἑὰς κεφαλὰς ἐλόωντες,

ὀστὰ συνηλοίησαν, ἑὸν δ' ἀπὸ φέγγος ἄμερσαν

αὐτοφόνοι, κλίναντες ἐπ' ἀλλήλοισι κάρηνα.

270

ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγ' ἀείδει.

ἵππων δ' ὅσσα γένεθλ' ἀτιτήλατο μυρίος αἶα,

ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται

καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο

πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ

275

Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ.

κραιπνότεροι Σικελῶν δὲ παρ' Εὐφρήταο ῥέεθρα

Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν.

ἀλλ' ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες,

ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.

280

κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι

αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν,

ἢ κίρκος ταναῆισι τινασσόμενος πτερύγεσσιν,

ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι.

τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·

285

ἀλλ' ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ,

καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν·

εἴδεα δ' ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο,

ὁπλὴν δ' οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον.

Μαύρων δ' αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων

290

ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς.

καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν,

ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται.

εἴδεα δ' ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε

μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,

295

ἀλλὰ δέμας δολιχοί· πλευρῆισι γὰρ ἀμφὶς ἔχουσι

τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι

πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν,

ἐσθλοὶ δ' ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν

καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.

300

ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα

ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.

Μαύρων δ' ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι

καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,

καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.

305

ἦ γάρ τοι θήρεσσιν ἐπ' ἄλλοις ἄλλα γένεθλα

ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.

στικτοπόδεσσ' ἐλάφοις κυανώπεας ὁπλίζοιο,

ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,

αἴθωνας δ' ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,

310

αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.

κάλλεϊ δ' ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος

Νησαῖος, τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·

καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῶι·

βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,

315

κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.

Ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο

στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,

ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,

ἢ ὅτι πάγχυ θέλουσ' ἐπὶ θηλυτέρηισιν ὀρούειν.

320

δοιὰ δ' ἐπ' ὠρύγγων τελέθει πολυανθέα κάλλη·

τοὶ μὲν γὰρ δειρὴν καλλίτριχά τ' εὐρέα νῶτα

γεγράφαται δολιχῆισιν ἐπήτριμα ταινίηισι,

τίγριες οἷα θοοί, κραιπνοῦ Ζεφύροιο γενέθλη·

τοὶ δ' ἄρ' ἐϋτροχάλοισι περίδρομα δαιδάλλονται

325

σφραγῖσιν πυκινῆισιν ὁμοίϊα πορδαλίεσσι·

τοὺς ἔτι νηπιάχους γράψαν τεχνήμονες ἄνδρες

αἰθομένωι χαλκῶι ταναὴν τρίχα πυρσεύοντες.

δηθάκι δ' ἄλλα βροτοὶ πανεπίφρονα μητίσαντο,

πῶλον ἐπιγράψαι καὶ νηδύϊ μητρὸς ἐόντα.

330

ὢ πόσση κραδίη, πόσση μερόπεσσι πέλει φρήν.

ἔρξαν ὅπως ἐθέλουσι· θέσαν πολυειδέας ἵππους,

μητρὸς ἔτι γλαγερῆισι περισχομένους λαγόνεσσιν.

ὁππότε θηλυτέρην γὰρ ἕληι φιλοτήσιος ὁρμὴ

ἵππον τ' ἐγγὺς ἰόντα κλυτὸν μεγαλήτορα μίμνηι,

335

δὴ τότε δαιδάλλουσι πόσιν καλόν· ἀμφὶ δὲ πάντηι

πᾶν δέμας εὐστίκτοισι περὶ χροιῆισι γράφουσι,

καὶ ποτὶ λέκτρον ἄγουσιν ἐπ' ἀγλαΐηι κομόωντα.

ὡς δέ τις ἠϊθέων ὑπὸ νυμφοκόμοισι γυναιξὶν

εἵμασιν ἀργεννοῖσι καὶ ἄνθεσι πορφυρέοισι

340

στεψάμενος, πνείων τε Παλαιστίνοιο μύροιο,

ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·

ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,

πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,

δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·

345

ὀψὲ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα·

ἡ δ' ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,

νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,

δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.

τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,

350

μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες,

ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·

εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,

μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,

δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,

355

ἄγχι δὲ θηλυτέρηισιν ἐθήκατο δαίδαλα πολλὰ

εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι

θυμὸν ἰαινόμεναι τίκτουσ' ἁλιπόρφυρα τέκνα.

ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο

αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·

360

γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη,

τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους,

Νιρέα καὶ Νάρκισσον ἐϋμμελίην θ' Ὑάκινθον,

Κάστορά τ' εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην,

ἠϊθέους τε νέους, τοί τ' ἐν μακάρεσσιν ἀγητοί,

365

Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον·

αἱ δ' ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι,

τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι.

Τόσσα μὲν ἀμφ' ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν,

οἶμον ἐπὶ σκυλάκων· τόσσοι δ' ἐπὶ πᾶσι κύνεσσιν

370

ἔξοχ' ἀρίζηλοι, μάλα τ' ἀγρευτῆρσι μέλονται,

Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες,

Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,

Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί,

ὅσσοι τ' Αἰγύπτοιο πολυψαμάθοισιν ἐπ' ὄχθαις

375

βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί.

Εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα,

εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν·

εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα

θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν

380

ἠερίοις τ' ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν.

εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ

ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο·

εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείηι

καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνηι·

385

εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις,

ἵπποι δ' ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται,

ταῦροι δ' ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι,

καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι,

καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,

390

καὶ χίμαροι λασίηισιν ἐφιππεύουσι χιμαίραις·

καὶ δ' αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες·

εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια.

Ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω

ἄρμενά τ' ἀλλήλοισιν ἐοικότα τ' ἔξοχα φῦλα.

395

Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας,

Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι,

Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.

ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων

φῦλα μένειν μονόφυλα, τὰ δ' ἔξοχα τεκμήραντο

400

ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται,

τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω.

μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον

κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί·

κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δ' ὕπερθεν

405

οὔατα λεπταλέοισι περιστέλλοιθ' ὑμένεσσι·

δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά,

εὐρέα· τὼ πρόσθεν δέ τ' ὀλιζοτέρω πόδες ἔστων·

ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί·

εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·

410

ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε

στρυφνή τ' ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή.

τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι

δόρκοις ἠδ' ἐλάφοισιν ἀελλοπόδηι τε λαγωῶι.

Θοῦροι δ' αὖθ' ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,

415

ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις

καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·

ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας,

ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι·

σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δ' ὕπερθε

420

νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες

ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς·

ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα·

κραιπνοὶ δ' οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν,

καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.

425

ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα

αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται.

χροιαὶ δ' ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε·

οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται

οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.

430

κεῖνοι δ' ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι,

τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῆισι,

μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις

ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν

ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι

435

σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται.

Εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται,

μήποτ' ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῶι

αἰγῶν ἢ προβάτων, μηδ' οἰκιδίηισι κύνεσσιν·

ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·

440

ἀλλ' ἐλάφων ἤ που μαζῶι τιθασοῖο λεαίνης

ἤ που δορκαλίδων ἢ νυκτιπόροιο λυκαίνης·

ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,

εἰδομένους αὐτῆισι γαλακτοφόροισι τιθήναις.

Αὐτὰρ νηπιάχοισιν ἐπ' οὐνόματα σκυλάκεσσι

445

βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούηι.

ἵπποισι κρατεροῖσι δ' ὁμήθεες ἀγρευτῆρσιν

ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν

ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί.

μηδ' ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι

450

σιγὴ τέθμιός ἐστι, πανέξοχα δ' ἰχνευτῆρσιν.

Εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά,

ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρ' αἰολόβουλοι

ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα·

μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.

455

ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη

χειμερίη, στείβουσί τ' ἀμοχθήτοισιν ὀπωπαῖς,

οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθ' ἅμ' ὁρᾶται

καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῶι.

ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·

460

εἴαρι γὰρ βοτάνηισιν ἄδην ποιητρόφος αἶα

ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντηι

εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι,

καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν

ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·

465

αὐτὰρ ἐν εὐκάρπωι γλυκεροσταφύλωι φθινοπώρωι

ποῖαι καὶ βοτάναι καί τ' ἄνθεα γηράσκουσι,

γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.

Ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,

βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμεν' ἀοιδῆς·

470

τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·

αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.

τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι

λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,

γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,

475

ἀλλ' ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι

καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·

ῥίνεσι δ' αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς

καὶ στιβίηι πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων

ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν

480

ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.

Καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων

ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων

ἢ νέκυν ἢ ζώοντα φέρει παλάμηισι λαγωόν·

ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,

485

πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,

λαιῆι, δεξιτερῆι, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·

ἀλλ' ὅτε δὴ μάλα πολλὸν ἀπ' ἄστεος ἠδὲ πυλάων

ἔλθηι, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·

νοστήσας δ' ἐπὶ ἄστυ παλίσσυτος αὐτίκ' ἀγινεῖ

490

ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγ' αἶψα

ὠρίνθη, φριμάαι τε λαγωείης ὑπ' ἀϋτμῆς·

ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλ' εὑρεῖν

ἱμείρων δύναται· μάλα δ' ἀσχαλόων ἀλάληται.

ὡς δ' ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης

495

πρωτοτόκος λοχίηισιν ὑπ' ὠδίνεσσι τυπεῖσα

λύσατο μὲν πλοκάμους, λῦσεν δ' ἀπὸ δαίδαλα μαζῶν,

ἠδ' ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα

στρωφᾶται πάντηι κατὰ δώματα καὶ μογέουσα

ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δ' αὖτε

500

ἐς λέχος ἰθύει, ποτὲ δ' ἐν κονίηισι ῥιφεῖσα

κωκύει ῥοδαλῆισιν ἐπισμήχουσα παρειαῖς·

ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνηισι,

τῆι καὶ τῆι θύει τε καὶ ἑξείης ἐρεείνει

πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν

505

δένδρεά θ' ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.

ἀλλ' ὁπότ' ἴχνεος ὀψὲ διηερίοιο τυχήσηι,

καγχαλάαι κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ

σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·

ὣς καὶ τῶι μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ

510

εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·

οὐδ' ἀπό μιν πλάγξαις, οὐδ' εἰ μάλα τηλόθ' ἐλαύνοις,

ἰθύει δ' ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,

εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσηι.

εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,

515

λάθρη μὲν πελάει, κατὰ δ' ἴχνιον ἴχνος ἐρείδει,

βαιὸς ὑφ' ἡμερίσιν κεκαλυμμένος ἢ καλάμηισιν,

οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα

ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.

ἀλλ' ὅτε δὴ λόχμηισι λαγωείηισι πελάσσηι,

520

ῥίμφ' ἔθορεν, τόξωι ἐναλίγκιος ἠὲ δράκοντι

συρικτῆι, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα

ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.

ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσηι,

ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι

525

καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·

ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.

οἵη δ' ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο

βριθομένη πυρῶι τε μετ' αὔλιον εἶσιν ἀπήνη,

τὴν δ' ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,

530

πρόπροθι δ' ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει,

ἄλλος ὑπερτερίην, ὁ δ' ἄρ' ἄξονα βουσὶν ἀρήγων·

εἰς αὖλιν δὲ μολόντες ἐλύσανθ' ἱστοβοῆα,

ταῦροι δ' ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,

θυμὸς δ' ἠπεδανοῦ μέγ' ἐχήρατο βουπελάταο·

535

ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν.

αὐτὰρ ὅ γ' ἀντιάαι κεχαρημένος ὠκὺς ἐπακτήρ,

ἄμφω δ' ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,

κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.