BIBLIOTHECA AUGUSTANA

 

Pseudo-Oppianos

floruit ca. 215 p. Chr. n.

 

Κυνηγετικά

 

Βιβλίον βʹ

 

___________________________________________________

 

 

 

 

Εἰ δ' ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,

παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,

εἰπέμεναι μερόπων τίς ἀγασθενέων θ' ἡρώων

σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.

5

Ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα

θηρομιγῆ, μερόπων μὲν ἐπ' ἰξύας, ἰξυόφιν δὲ

ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.

ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχέν' ἀμέρσας,

Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·

10

ἀλλὰ ποδῶν κραιπνῆισιν ἀειρόμενος πτερύγεσσι

καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν

ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα

ἠδ' αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.

ἱππαλέην δ' ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·

15

καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι

βαλλόμενος, τοὺς δ' αὖτε θοοῖς ἵπποισιν ἐλαύνων

θῆρας ἕλε ξυνοχῆισι μεσημβρινοῖο δρόμοιο.

πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας

διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·

20

καὶ γὰρ πυγμαχίηισι λυγροὺς ἐναρίξατο φῶτας

καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας.

ἔξοχα δ' ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν

Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος.

ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος

25

Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε.

Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη

θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη.

νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην,

Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.

30

τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες.

πολλοὺς δ' αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς·

οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς

αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά.

οἷος μὲν γλυκὺς ὕπνος ἐπ' ἄνθεσιν εἴαρος ὥρηι,

35

οἵη δ' αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη,

οἵη δ' ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι

τερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ

δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης·

ψυχρὸν δ' ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ

40

οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν·

οἷα δ' ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν

ἐν γλυκεροῖς ταλάροισι παρ' αἰπολίοισι νομῆες.

Ἀλλ' ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην

πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος

45

οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο.

εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχ' ἄριστος

βαιοτέροις ταύροις καὶ θηλυτέρηισιν ἀνάσσει·

πέφρικεν δ' ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα·

αἱ δ' αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,

50

ὁππότε μυκήσαιτ', ἄγριοι βόες· ἀλλ' ὅτ' ἐπ' ἄλλωι

ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας,

οἶος ἴηι, κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων,

δὴ τότ' ἐπ' ἀμφοτέροισιν ὑπέρβιος ἵστατ' ἐνυώ.

πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες

55

ἄγρια θυμαίνοντι χόλωι μέγα παιφάσσουσι

καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν,

οἷα κονιόμενοι· προκαλίζονται δ' ἑκάτερθεν,

ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς·

αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφ' ὑσμίνην ἀλεγεινήν,

60

ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δ' ἄφαρ κεράεσσι

πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν.

οἷα δ' ἐνὶ πτολέμωι βυθίωι, ὅτε ναυμάχος Ἄρης

δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες,

στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτηισιν,

65

ἀντίβιον πρώρηισι μετωπαδὸν ἐγχρίμπτονται,

σπερχόμεναι πνοιῆι τε λάβρωι παλάμηφι τε ναυτῶν·

ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν

νηῶν τ' ἀγνυμένων· στένεται δ' ὅλος οἴδματι Νηρεύς·

τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,

70

θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν,

εἰσόκε δή τις ἕληισι φίλην ἑτεραλκέα νίκην.

αὐτὰρ ὅ γ' οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲ

καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην·

οἶος δ' ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν

75

φέρβετ' ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν,

οἷά τις ἀθλεύων· βριαρὸν δ' ὅτε κάρτος ἴδηται

καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκ' ὄρεσφιν·

αὐτὰρ ὅγ' ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών·

ἀλλ' ὅτε θαρσήσειε κραταιοτέρηισιν ἀϋταῖς,

80

δή ῥα τότ' ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει,

ῥεῖα δ' ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε

τηλόθ' ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης.

Εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις.

Αἰγύπτου μὲν ἔασι παρ' ὄχθαις ἀγλαοκάρποις

85

Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο

χιόνεοι χροιήν, μέγεθος πάντων ὄχ' ἄριστοι·

φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα

ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν,

ὅττι βροτοὶ δ' ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.

90

Οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι,

ξανθοί τε φλογεροί τε· βαθεῖαι δ' αὐχένι σάρκες·

σφαιρωτὸς δ' ἐφύπερθε μετήορος ὕψι κόρυμβος.

ξείνη δ' ἐν κεράεσσι φύσις κείνοισι τέτυκται·

οὐ γάρ τοι κρατερῆισιν ὑπὲρ κεφαλῆφι πέπηγε,

95

κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνουσ' ἑκάτερθε.

Μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες,

ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου.

Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέρας εἱλικόμορφον

αἰχμῆισιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.

100

Οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα,

αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται,

αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι,

ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι,

μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·

105

ἀλλ' οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν,

οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν·

ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν,

ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·

κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα

110

καρτερὸν ἀθλεύοντ' ἀγέμεν πάρος ἐξ Ἐρυθείης,

ὁππότ' ἐπ' Ὠκεανῶι δηρίσατο Γηρυονῆϊ

καὶ κτάνεν ἐν σκοπιῆισιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν

οὐχ Ἥρηι τελέειν οὐδ' Εὐρυσθῆος ἐνιπαῖς,

Ἀρχίππωι δ' ἑτάρωι, Πέλλης ἡγήτορι δίης.

115

ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο

πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης

ἵετ' ἐπειγόμενος, χαροποῦ δ' ἐπελήθετο πόντου,

δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης·

δήθυνεν δὲ πάγοισι, κάλυπτε δ' ἐρίσπορον αἶαν

120

οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης.

οὔρεσί τ' ἀμφοτέρωθε περίδρομος ἐστεφάνωτο

τειναμένοις ἑκάτερθεν ἐπ' ἀλλήλοισι κάρηνα·

ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ,

ἐκ δ' ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,

125

αὐτὸς δ' ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν,

αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων,

χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.

τοὔνεκεν αὐτίκ' ἔμελλε Διὸς γόνος ἀμφοτέροισι

νάματα μετρήσειν ῥοπάλωι καὶ χερσὶ κραταιαῖς,

130

ὕδατα δ' ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι

εὐπλοκάμου λίμνης ἠδ' εὐτροχάλου ποταμοῖο.

ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν

ἀμφιβόλων ὀρέων, λῦσεν δ' ἄπο λάϊνα δεσμά,

καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῆισιν,

135

ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα,

ἴθυνεν δ' ἐπὶ θῖνας· ὁ δ' ἔβραχεν ἠπύτα πόντος

καὶ Συρίου κονάβησε μέγαν δέμας αἰγιαλοῖο.

οὐ τοίω γ' ἑκάτερθε πολυσμαράγοιο θαλάσσης

ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρωι·

140

ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ

ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντηι,

συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν ἄκραις·

τῆι δ' αὖτ' ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο

ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.

145

ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης

σμερδαλέον μύκημα· πελώρια δ' ἴαχον ἀκταὶ

δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·

γαῖα δ' ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,

κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.

150

πάντηι δ' εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι,

πάντηι δ' ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς

Μεμνόνιον περὶ νηόν, ὅθ' Ἀσσύριοι ναετῆρες

Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,

ὅν ποτε Πριαμίδηισιν ἀμυνέμεναι πελάσαντα

155

θαρσαλέος πόσις ὦκα δαμάσσατο Δηϊδαμείης.

ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη

πάτρης ἡμετέρης ἐρατῆι Πιμπληΐδι μολπῆι·

νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.

Ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,

160

τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι

Βιστονίδος Θρήικης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·

φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν

αὐχέσι πιαλέοισι καὶ ἀμφ' ἀταλοῖσι γενείοις·

οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι

165

ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες·

ὀξεῖαι κεράων δὲ πυριγλώχινες ἀκωκαὶ

χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·

ἀλλ', οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι

νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,

170

ὕπτια δ' εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα.

τοὔνεκεν, ὁππότε δή τιν' ἐπιχρίμψωσι κιχόντες

ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.

γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,

οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·

175

γλώσσηι δ' αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.

Ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα

εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,

στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,

πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·

180

οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή·

τετράδυμοι ῥῖνες, πίσυρες πνοιῆισι δίαυλοι·

ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις,

καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν·

οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,

185

οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,

οὐδ' αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς.

Τρηχὺς δ' αὖτ' ἐλάφοισιν ἔρως πολλή τ' Ἀφροδίτη

καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ,

οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς

190

πᾶσίν τ' ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι.

κεύθουσιν λαγόνεσσι δ' ὑπ' αὐτὴν ἔνδοθι νηδὺν

ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν,

αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δ' ἀπέρευσε καρήνων

ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.

195

οὐ μὲν ἄρ' εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ

τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται·

οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν,

οὔτ' ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπ' ἄνθεσι ποίης

θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,

200

ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν·

φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν·

ἀλλ' οὐδ' ὣς παρέπεισε· φέρουσα πόσιν δ' ἐπὶ νώτου

ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα·

αὐτὰρ ὅ γ' ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν

205

οὐ μεθίησι πόθον, γαμίους δ' ἐτελέσσατο θεσμούς.

ἀλλ' ὅτε δὴ μετόπισθε περιπλομένηισι σελήναις

θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει,

οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι.

Ἔξοχα δ' ἐν θήρεσσιν ἐπ' ἀγλαΐηι κομόωσιν

210

ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες·

ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων,

βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν,

ὄφρα κε μή τις ἕληισιν ἐπ' αὔλακος ἀντιβολήσας·

κεύθονται δ' αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,

215

αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι,

γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο.

Ἀμφίβιοι δ' ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι

καὶ πόντον περόωσιν, ὁμόστολον ἀλλήλοισι

ναυτιλίην πλώοντες, ὅτ' ἐξανύουσι θάλασσαν·

220

πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,

οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός·

τῶι δ' ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε

δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων·

ἄλλος δ' ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.

225

ἀλλ' ὅτε νηχόμενον κάματος πρώτιστον ἕληισι,

στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος,

παύσατο δ' ἀγκλινθεὶς ἑτέρωι βαιὸν καμάτοιο·

ἄλλος δ' αὖτ' οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει·

πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,

230

ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ,

ὕψι δ' ἀνίσχονται κεράων πολυήρατον εἶδος,

οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις.

Ἔχθος δ' ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι

πᾶν ὀφίων ἐλάφων τε γένος, πάντηι δ' ἐρεείνει

235

οὔρεος ἐν βήσσηις ἔλαφος θρασὺν ἑρπηστῆρα.

ἀλλ' ὅτ' ἴδηι στροφάλιγξιν ὑφαινόμενον δολιχῆισιν

ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει

ἆσσον φωλειοῦ, ῥῖνας δ' ἐπεθήκατο χειῆι,

πνοιῆισι λάβρηισιν ἐφελκόμενος ποτὶ δῆριν

240

ἑρπετὸν οὐλόμενον· τὸν δ' οὐκ ἐθέλοντα μάχεσθαι

ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς·

αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θ' ὑψόσ' ἀείρει

λευγαλέην δειρήν· λευκοὺς δ' ὑπέσηρεν ὀδόντας,

ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον

245

πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ.

αὐτίκα δ' αὖτ' ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,

δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,

καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν

ἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται

250

λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι.

καί κε τάχ' οἰκτείρειας ἀπηνέα περ μάλ' ἐόντα

ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.

Ἱπποβότου Λιβύης δ' ἐπὶ τέρμασι πουλὺς ἀλᾶται

ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων·

255

ἀλλ' ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις

οἶος ἔηι, τῶιδ' αὐτίκ' ἐπέσσυτο πάντοθεν ἐχθρὸς

ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες

ἰοτόκοι· ῥινῶι δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,

ἅψεα πάντ' ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες·

260

οἱ μὲν γάρ τ', ἐφύπερθεν ἐπιστρέψαντε κάρηνον,

ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,

οἱ δ' ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε

καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,

ἄλλοι δ' αὖθ' ἑκάτερθε περὶ πλευρῆισιν ἔχονται,

265

μηροὺς δ' αὖθ' ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,

ἄλλος δ' ἄλλοθεν ἐχθρὰ πεπαρμένος ἠιώρηται.

αὐτὰρ ὁ παντοίηισι περιπληθὴς ὀδύνηισι

πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,

ἀλλ' οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος

270

αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.

δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπ' ἀνάγκης,

δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα

βεβρυχὼς ὀδύνηισιν· ἐπιστροφάδην δ' ἑκάτερθεν

οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.

275

κεῖνοι δ' οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,

ἄτροπον ἦτορ ἔχοντες ἀναιδείηισι νόοιο·

καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεσσι

καὶ χηλῆισιν ὄλεσσε, ῥέει δ' ἐπὶ γαῖαν ἀτέρμων

ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν

280

ἅψεά θ' ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν·

ἄλλα δ' ἐνὶ πλευρῆις θλίβει πάλιν ἡμιδάϊκτα·

καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι,

ῥινῶι δ' ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν.

αὐτὰρ ὁ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον,

285

πάντηι μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον·

κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσας

φάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης·

αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶν

ἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα,

290

ὠτειλαὶ δ' ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων.

Ζώει δ' αὖτ' ἔλαφος δηρὸν χρόνον· ἀτρεκέως δὲ

ἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον.

Ἄλλους δ' αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας·

πάντ' ἔλαφοι τελέθουσι, φύσιν κεράων δ' ἐφύπερθεν,

295

οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι.

Τοὺς δ' ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους·

κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δ' ἐπὶ νώτωι

στικτὸν ἅπαντα φέρουσι παναίολον, οἷά τε θηρῶν

πορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι.

300

Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος,

μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγ' ἀρείων·

ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·

καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν

ἀκρέμονες προτενεῖς, ὑψοῦ δ' αὖθις ποτὶ νῶτον

305

ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς.

ἔξοχα δ' αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει

ἠθαλέας τ' εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·

εἰ δέ τέ μιν στρεπτῆισι πεδήσαντες βροχίδεσσιν

ἀγρευτῆρες ἄγοιεν ἐπ' ἄλλους αὐτίκα χώρους,

310

τηλόθι δ' ἐν βήσσηισιν ἐλεύθερον αὖθι λίποιεν,

ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ἧιχι ναίεσκεν,

οὐδ' ἔτλη ξεῖνός τις ἐπ' ἀλλοδαποῖσιν ἀλᾶσθαι.

οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,

καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.

315

Ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα

μορφήν τ' ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.

πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,

δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,

ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,

320

εὐνάς τ' ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται.

ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς

καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες

κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο,

πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,

325

ἔμπαλι δ' αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν.

Αἰγῶν δ' αὖτε πέλει προβάτων τε πανάγρια φῦλα

οὐ πολλὸν τούτων ὀΐων λασίων τε χιμαιρῶν

μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι,

στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.

330

κάρτος δ' αὖτ' ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις·

πολλάκι δ' ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν

καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας.

ἔστι δ' ὅτ' ἀλλήλοισιν ἐναντίον ἀΐξαντες

μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·

335

οὐδέ τ' ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς,

νίκην δ' ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη

ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν.

Αἰγάγροις δέ τίς ἐστι δι' αὐτῶν αὐλὸς ὀδόντων

λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα

340

αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει·

εἰ δέ τις αἰγάγρου κηρὸν κέρασιν περιχεύοι,

ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.

Ἔξοχα δ' αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας

οὓς παῖδας κομέει· γήραι δ' ἔνι μητέρα παῖδες.

345

ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι

γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,

ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,

ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,

τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·

350

ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας

γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσηι·

βρώμην μέν τ' ὀρέγουσιν ἐΰδροσον ἀνθεμόεσσαν,

δρεψάμενοι στομάτεσσι· ποτὸν δ' ἄρα χείλεσιν ἄκροις

ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·

355

γλώσσηι δ' ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν.

εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,

αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·

τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,

λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·

360

φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας,

μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε.

τοῖα φάμεν δοκέοις· τοὺς δ' ἑσταότας προπάροιθε

πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσηι,

αὐτὰρ ἔπειτ' ἐνέπειν φαίης μεροπήϊον ἠχήν,

365

ῥηξαμένους βληχήν, στομάτων τ' ἄπο τοῖον ἀϋτεῖν,

φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους·

πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,

λύσεο μητέρα μοι φιλίην, τὰ δ' ἄποινα δέδεξο,

ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῆι,

370

ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτορ

αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας,

εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται.

τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν.

ἀλλ' ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,

375

αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων,

αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι.

Εἰσὶ δ' ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης,

ἐν χθαμαλῆι γαίηι Γορτυνίδι, τετρακέρωτες·

λάχνη πορφυρόεσσα δ' ἐπὶ χροὸς ἐστεφάνωται

380

πολλή τ' οὐκ ἁπαλή τε· τάχ' αἰγὸς ἂν ἀντιφερίζοι

τρηχυτάτηι χαίτηι δυσπαίπαλος, οὐκ ὀΐεσσι.

Τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι

χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,

οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,

385

ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.

ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·

ὁππότε γὰρ ποτὶ βυσσὸν ἴηι θοὰ κύματα τέμνων,

δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῆι ποντοπορεύων

ἰχθυόεις ἕπεται, κατὰ δ' ἅψεα λιχμάζονται,

390

τερπόμενοι κερόεντι φίλωι, τερενόχροϊ σούβωι.

ἔξοχα δ' αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι

καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.

θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας

ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.

395

οὐ γὰρ ἐπ' ἀλλήλοισι μόνον φιλότητος ἐΐσης

θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδ' ὅσον αὐτῶν

φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.

θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα

ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι

400

καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,

οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε

ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θ' ὑπεδέξατο θυμῶι·

ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις.

οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι

405

ἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις

περδίκων· πῶς δ' αὖτε θοοῖς χαίρουσιν ἐφ' ἵπποις

ὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας·

ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται·

αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.

410

ὄβριμ' Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή,

πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεις

γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται·

ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·

ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε μακρὸς Ὄλυμπος·

415

δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε

γαίης ὅσσα τ' ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων,

οἳ Λήθης μὲν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ

καὶ φύγον ἄλγεα πάντα, σὲ δ' εἰσέτι πεφρίκασι.

σῶι δὲ μένει καὶ τῆλε περᾶις, ὅσον οὔποτε λεύσσει

420

ἠέλιος φαέθων· σῶι δ' αὖ πυρὶ καὶ φάος εἴκει

δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί.

τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς,

πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας,

τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς

425

θῆρας ἀνεπτοίησας ἐπ' ἀζεύκτοισι πόθοισι.

θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες

ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες

ἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες

ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν

430

καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν·

ἢ ὁπότε προπάροιθεν ἴηι καναχήποδος ἵππου

ὠτὶς ὀλισθαίνουσα δι' ἠέρος ἱμερόεσσα,

σαργοὶ δ' αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβωι

φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,

435

ἕσπονται δ' ἅμα πάντες, ὅτ' ἄγρια κύματα τέμνει,

στείνονταί θ' ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος

ἀφριάαι λευκῆισι τινασσόμενος πτερύγεσσιν·

αὐτὰρ ὅ γ' οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος,

εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς

440

δαινύμενος· τοὶ δ' αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες,

οὐδ' ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα.

σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῶι σοὶ μετόπισθε

πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον

καὶ δολερῶι περ ἐόντι καὶ ἰχθυφόνωι τελέθοντι.

445

Ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,

ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα·

τοῦ δ' ἤτοι χροιὴ μὲν ἅτ' εἰαρινοῖο γάλακτος,

μούναις ἀμφὶ πρόσωπα μελαινομένηισι παρειαῖς·

διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῶι·

450

ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν

αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι,

καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο

πέτρου τ' ὀκριόεντος ἀρειότεραι πεφύασιν·

ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.

455

θυμὸς δ' αὖτ' ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής·

οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα,

οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα,

οὐδὲ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται,

πορδαλίων δ' οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,

460

οὐδ' αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος,

οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείηισι νόοιο·

πολλάκι δ' ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ

θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας.

ὁππότε δ' ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,

465

ἢ σῦν χαυλιόδοντ' ἢ καρχαρόδοντα λέοντα

ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκ' ἄρ' αἴηι

νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει

τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα

ἐσσύμενον μίμνει, τὸν δ' ὤλεσε πρῶτος ἐναίρων.

470

δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα,

τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί·

αὐτὰρ ὅ γ' οὐκ ἀλέγει, κατὰ δ' ἄσχετον ἰθὺς ὀρούει,

ὀξέσι πεφρικὼς συνερειδόμενος σκολόπεσσιν.

ὡς δ' ὅτ' ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,

475

Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ,

αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῆις παλάμηισιν,

εὖ διαβὰς μίμνηι, τὸν δ' ἄγρια θυμαίνοντα

δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν·

ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,

480

αὐτοφόνους σφετέρηισιν ἀτασθαλίηισι δαμέντας·

ῥεῖα γὰρ ἐν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·

πολλὸν δ' αἷμα κελαινὸν ἀπ' ὠτειλῶν ἑκάτερθεν

ἐκχύμενον γλώσσηισιν ἑὸν τάχα λιχμάζουσιν·

οὐδὲ μὲν ἐκφυγέειν οὐδ' ἱεμένοισι πάρεστιν·

485

ἀλλήλους δ' ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.

καί κέ τις ἀγρονόμων ἢ βουκόλος ἤ τις ἀροτρεύς,

ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,

ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῶι.

Ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα

490

ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·

κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,

εἴκελα χαυλιόδουσιν ἐπ' οὐρανὸν ἀντέλλοντα,

ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας

πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι

495

εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.

σήματα δ' οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·

θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν

ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·

εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.

500

κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι

ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν

ἐκ μεγάλου μεγάλαι, φηγῶν ἅτε· νέρθε δ' ἔπειτα

κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν

ἐς γένυν ὠθεῦνται· γενύων δ' ἀπογυμνωθεῖσαι

505

ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.

ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·

πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,

οὐδὲ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·

τοὺς σοφίηι τεῦξαι κεραοξόος ἢν ἐθέληισιν

510

εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,

ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράων

τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·

ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,

γνάμπτειν εὐρύνειν τ' ἐλεφαντοτόμοις ὑποείκει.

515

Θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης

ἄλλος θὴρ φορέει· φαίης κεν ἰδὼν ἐλέφαντα

ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν

χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.

ἴφθιμον δὲ κάρηνον ἐπ' οὔασι βαιοτέροισι,

520

κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι

μείονες ἢ κατ' ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.

τῶν δ' ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,

λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.

κείνη θηρὸς ἔφυ παλάμη· κείνηι τὰ θέλουσι

525

ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·

ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.

ῥινὸς δ' αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,

ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλ' οὐδὲ κραταιὸς

θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.

530

θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην

ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τ' ἐνηής.

ἐν μὲν ἄρα χλοερῆισι πολυκνήμοισί τε βήσσαις

καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα

φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,

535

ἐγχρίμψας θηκτῆισιν ἀπειρεσίαις γενύεσσιν·

ὁππότε δ' ἐν μερόπων βριαρῆισι πέλει παλάμηισι,

λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·

ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ

καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.

540

Φήμη δ' ὡς ἐλέφαντες ἐπ' ἀλλήλοις λαλέουσι,

φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·

ἀλλ' οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,

κεῖνοι δ' εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.

θαῦμα δὲ καὶ τόδ' ἄκουσα, κραταιοτάτους ἐλέφαντας

545

μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῶι

γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.

οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι

κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,

ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν

550

φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.

Ῥινοκέρως δ' ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος

οὐ πολλὸν μείζων, ὀλίγον δ' ὑπὲρ ἄκρια ῥινὸς

ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·

κείνωι μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,

555

οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην.

κεῖνος καὶ σθεναρῶι περ ἐφορμηθεὶς ἐλέφαντι

πολλάκις ἐν κονίηισι νέκυν τοιοῦτον ἔθηκεν.

ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις

καὶ νώτωι ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.

560

πάντες δ' ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται·

καὶ πόθεν, οὐκ ἐδάην, φράζω δ' οὖν ὡς δεδάηκα,

εἴτ' οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,

εἴτ' αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,

εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται

565

νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο.

ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης

βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,

ὄστρεά τ' ἠπεδαναί τ' ἀφύαι κόχλων τε γένεθλα

ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.

570

Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν·

οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,

πάνθηρας χαροποὺς ἠδ' αἰλούρους κακοεργούς,

τοί τε κατοικιδίηισιν ἐφωπλίσσαντο καλιαῖς,

καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·

575

τοὶ δ' ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες

χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·

δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·

φωλειοῖσι δ' ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,

ἧις νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.

580

αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί,

ἄνθεά τ' ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν,

νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης,

φάεά τ' ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς,

καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,

585

αὖθις δὲ ζωοί τε πάλιν τ' ἐγένοντο μυωξοί.

Λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου,

ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῆισιν ἐν ὥραις

οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου·

οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον

590

γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·

τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις

τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι,

οὐδ' ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει,

οὐδ' ὁπόσα πτερύγεσσιν ἐπ' ἠέρα πουλὺν ὁδεύει,

595

οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπ' ἄγρια κύματα τέμνει·

τοῖον ἐπ' ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει

χρυσῶι πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ.

Οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου

μείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν

600

ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος·

οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι,

τυτθῆισι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις·

οἱ δ' ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδ' ἑκάτερθεν

ὀξέα πεφρίκασιν ἀρειοτέρηισιν ἀκωκαῖς.

605

Λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων·

τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι,

ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον;

κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες

οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,

610

ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δ' ἐχθαίρουσι χόλοισιν·

αὐταῖς δ' ἀγκαλίδεσσιν ἑῶν τέθνηκε τοκήων.

Οὐ μὲν θὴν οὐδ' ἀσπαλάκων αὐτόχθονα φῦλα

ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί,

εἰ καὶ βάξις ἄπιστος ἐπ' ἀνθρώπους ἐπέρησεν

615

ἀσπάλακας βασιλῆος ἀφ' αἵματος εὐχετάασθαι

Φινέος, ὅν ῥ' ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη·

Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν,

μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης,

καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δ' ἔπεμψεν

620

ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα.

ἀλλ' ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον

Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες

παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,

οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,

625

καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.

ἀλλ' οὐδ' ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα

ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·

τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.