BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

β.

Τίς ὁ τρόπος τῶν λόγων ἐν τῆι προκειμένηι

πραγματείαι καὶ τίνα προηγεῖσθαι δεῖ τῶν

ἀκροασομένων παρασκευήν.

 

λλὰ τῶν μὲν προοιμίων ἅλις· ἀναγκαῖον δέ ἐστί μοι καὶ τὸν τρόπον ἐκθέσθαι τῆς προκειμένης διδασκαλίας ὁποῖόν τινα αὐτὸν ἔσεσθαι προσδοκᾶν χρή καὶ τῶν τούτου ἀκροασομένων τὴν παρασκευὴν ἀφορίσασθαι καθ' ἣν οὐ πρὸς τοὺς ἡμετέρους λόγους ἀλλὰ πρὸς τὴν ὑψηλόνουν καὶ ἔνθεον τοῦ Πλάτωνος φιλοσοφίαν ἐπιτη- δείως ἔχοντες ἀπαντήσονται. Προσήκει γὰρ δήπου καὶ τὰ εἴδη τῶν λόγων καὶ τὰς ἐπιτηδειότητας τῶν ἀκροατῶν προσφόρους ὑποκεῖσθαι καθάπερ ἐν ταῖς τελεταῖς οἰκείας τὰς ὑποδοχὰς τοῖς θεοῖς προευτρεπίζουσιν οἱ περὶ ταῦτα δεινοί καὶ οὔτε ἀψύχοις ἀεὶ τοῖς αὐτοῖς ἅπασιν οὔτε τοῖς ἄλλοις ζώιοις οὔτε ἀνθρώποις χρῶνται πρὸς τὴν παρουσίαν τῶν θεῶν ἀλλ' ἐφ' ἑκάστων τὸ μετέχειν συμφυῶς δυνάμενον εἰς τὴν προκειμένην ἄγουσι τελετήν. Ὁ μὲν οὖν λόγος ἔσται μοι τριχῆι τὴν πρώτην διηιρη- μένος· ἐν ἀρχῆι μὲν τὰ κοινὰ πάντα νοήματα περὶ θεῶν ὅσα παραδίδωσιν ὁ Πλάτων συγκεφαλαιούμενος καὶ τάς τε δυνάμεις ἁπανταχοῦ καὶ τὰς ἀξίας τῶν ἀξιωμάτων ἐπι- σκοπῶν· ἐν δὲ μέσοις τὰς ὅλας τάξεις τῶν θεῶν διαριθμού- μενος δέ καὶ τὰς ἰδιότητας αὐτῶν καὶ τὰς προόδους κατὰ τὸν Πλατωνικὸν τρόπον ἀφοριζόμενος καὶ πάντα ἐπανάγων εἰς τὰς τῶν θεολόγων ὑποθέσεις· ἐν δὲ τῆι τελευτῆι περὶ τῶν σποράδην ἐν τοῖς Πλατωνικοῖς συγγράμμασιν ὑμνημένων θεῶν εἴτε ὑπερκοσμίων εἴτε ἐγκοσμίων διαλε- γόμενος καὶ ἀναφέρων εἰς τὰ ὅλα γένη τῶν θείων διακόσμων τὴν περὶ αὐτῶν θεωρίαν. Ἐν ἅπασι δὲ τὸ σαφὲς καὶ διηρθρωμένον καὶ ἁπλοῦν προθήσομεν τῶν ἐναντίων τὰ μὲν διὰ συμβόλων παραδε- δομένα μεταβιβάζοντες εἰς τὴν ἐναργῆ περὶ αὐτῶν διδας- καλίαν τὰ δὲ δι' εἰκόνων ἀναπέμποντες ἐπὶ τὰ σφέτερα παραδείγματα καὶ τὰ μὲν ἀποφαντικώτερον ἀναγεγραμ- μένα τοῖς τῆς αἰτίας βασανίζοντες λογισμοῖς τὰ δὲ δι' ἀποδείξεων συντεθέντα διερευνώμενοι καὶ τὸν τρόπον τῆς ἐν αὐτοῖς ἀληθείας ἐπεκδιηγούμενοι καὶ γνώριμον τοῖς ἀκούουσι ποιοῦντες καὶ τῶν μὲν ἐν αἰνίγμασι κειμένων ἀλλαχόθεν τὴν σαφήνειαν ἀνευρίσκοντες οὐκ ἐξ ἀλλοτρίων ὑποθέσεων ἀλλ' ἐκ τῶν γνησιωτάτων τοῦ Πλάτωνος συγγραμμάτων τῶν δὲ αὐτόθεν τοῖς ἀκούουσι προσπιπ- τόντων τὴν πρὸς τὰ πράγματα συμφωνίαν θεωροῦντες· ἀφ' ὧν δὴ πάντων ἡμῖν τὸ ἓν καὶ τέλειον τῆς Πλατωνικῆς θεολογίας εἶδος ἀναφανήσεται καὶ ἡ δι' ὅλων αὐτοῦ τῶν θείων νοήσεων ἀλήθεια διήκουσα καὶ εἷς νοῦς ὁ τὸ σύμπαν τούτου κάλλος ἀπογεννήσας καὶ τὴν μυστικὴν ταύτης τῆς θεωρίας ἀνέλιξιν. Ὁ μὲν οὖν λόγος τοιοῦτος ἔσται μοι καθάπερ ἔφην· ὁ δὲ αὖ τῶν προκειμένων δογμάτων ἀκροατὴς ταῖς μὲν ἠθικαῖς ἀρεταῖς κεκοσμημένος ὑποκείσθω καὶ πάντα τὰ ἀγενῆ καὶ ἀνάρμοστα τῆς ψυχῆς κινήματα τῶι τῆς ἀρετῆς λόγωι καταδησάμενος καὶ πρὸς ἓν τὸ τῆς φρονήσεως εἶδος ἁρμό- σας. Μὴ καθαρῶι γάρ φησὶν ὁ Σωκράτης καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ἦι· πᾶς γε μὴν ὁ κακὸς πάντως ἀκάθαρτος καθαρὸς δὲ ὁ ἐναντίος. Ταῖς δὲ λογικαῖς μεθόδοις ἁπάσαις γεγυμνάσθω καὶ πολλὰ μὲν περὶ ἀναλύσεων πολλὰ δὲ περὶ τῶν ἐναντίων πρὸς ταύτας διαιρέσεων ἀνέλεγκτα νοήματα τεθεαμένος παρέστω καθάπερ οἶμαι καὶ ὁ Παρμενίδης τῶι Σωκράτει παρεκελεύ- σατο· πρὸ γὰρ τῆς τοιαύτης ἐν τοῖς λόγοις πλάνης χαλεπὴ καὶ ἄπορός ἐστιν ἡ τῶν θείων γενῶν καὶ τῆς ἐν αὐ- τοῖς ἱδρυμένης ἀληθείας κατανόησις. Τὸ δὲ δὴ τρίτον ἐπὶ τούτοις μηδὲ τῆς φυσικῆς ἀνήκοος ἔστω καὶ τῶν ἐν ταύτηι πολυειδῶν δοξασμάτων ἵνα κἀν ταῖς εἰκόσι κατὰ τρόπον τὰς αἰτίας τῶν ὄντων διερευνησάμενος ἐπ' αὐτὴν ἤδη τὴν τῶν χωριστῶν καὶ πρωτουργῶν ὑποστάσεων φύσιν ῥᾶιον πορεύηται. Μήτ' οὖν ταύτης ὅπερ εἴπομεν τῆς ἐν τοῖς φαινομένοις ἀληθείας μήτε αὖ τῶν κατὰ παίδευσιν ὁδῶν καὶ τῶν ἐν αὐταῖς μαθήσεων ἀπολελείφθω· διὰ γὰρ τούτων ἀυλότερον τὴν θείαν οὐσίαν γινώσκομεν. Πάντα δὲ ταῦτα συνδησάμενος εἰς τὸν ἡγεμόνα νοῦν καὶ τῆς Πλάτωνος διαλεκτικῆς μεταλαβὼν καὶ μελετήσας τὰς ἀΰλους καὶ χωριστὰς τῶν σωματικῶν δυνάμεων ἐνεργείας καὶ νοήσει μετὰ λόγου τὰ ὄντα θεωρεῖν ἐφιέμενος ἁπτέσθω λιπαρῶς τῆς τῶν θείων τε καὶ μακαρίων δογμάτων ἐξηγήσεως ἔρωτι μὲν τὰ βάθη κατὰ τὸ Λόγιον ἀναπλώσας τῆς ψυχῆς ἐπεὶ καὶ συνεργὸν ἔρωτος ἀμείνω λαβεῖν εἰς τὴν τῆς θεωρίας ταύτης ἀντίληψιν οὐκ ἔστιν ὥς πού φησιν ὁ Πλάτωνος λόγος ἀληθείαι δὲ τῆι διὰ πάντων ἡκούσηι γεγυμνασμένος καὶ πρὸς αὐτὴν τὴν ὄντως ἀλήθειαν ἐγείρας τὸ νοητὸν ὄμμα τῶι δὲ μονίμωι καὶ ἀκινήτωι καὶ ἀσφαλεῖ τῆς τῶν θείων γνώσεως εἴδει προσιδρύσας ἑαυτὸν καὶ μηδὲν ἄλλο θαυμάζειν ἔτι μηδὲ ἀποβλέπειν εἰς ἄλλα πειθόμενος ἀλλ' ἀτρεμεῖ τῆι διανοίαι καὶ ζωῆς ἀτρύτου δυνάμει πρὸς τὸ θεῖον φῶς ἐπειγόμενος καί ὡς συνελόντι φάναι τοιοῦτον ἐνεργείας τε καὶ ἠρεμίας εἶδος ὁμοῦ προβεβλη- μένος ὁποῖον ἔχειν προσήκει τὸν ἐσόμενον οὕτως κορυ- φαῖον ὥς πού φησιν ὁ ἐν Θεαιτήτωι Σωκράτης.