BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

γ.

Τίς ὁ κατὰ Πλάτωνα θεολογικὸς καὶ πόθεν ἄρχεται

καὶ μέχρι τίνων ἄνεισιν ὑποστάσεων καὶ κατὰ τίνα τῆς

ψυχῆς δύναμιν ἐνεργεῖ διαφερόντως.

 

μὲν οὖν ὑπόθεσις οὕτω μεγάλη καὶ ὁ τρόπος τῶν περὶ αὐτῆς λόγων τοιοῦτος καὶ ἡ τῶν μαθησομένων παρασκευὴ τοιάδε τίς ἐστιν ὥς γέ μοι καταφαίνεται· πρὶν δὲ ἄρξωμαι τῆς τῶν προκειμένων ἡμῖν πραγμάτων ὑφηγήσεως βούλομαι περί τε αὐτῆς θεολογίας εἰπεῖν καὶ τῶν κατ' αὐτὴν τρόπων καὶ τίνας μὲν ὁ Πλάτων δογματίζει τίνας δὲ ἀποσκευάζεται τῶν θεολογικῶν τύπων ἵνα ταῦτα προειδότες ῥᾶιον ἐν τοῖς ἐχομένοις τὰς τῶν ἀποδείξεων ἀφορμὰς καταμανθάνωμεν. Ἅπαντες μὲν οὖν ὅσοι πώποτε θεολογίας εἰσὶν ἡμμένοι τὰ πρῶτα κατὰ φύσιν θεοὺς ἐπονομάζοντες περὶ ταῦτα τὴν θεολογικὴν ἐπιστήμην πραγματεύεσθαί φασιν. Καὶ οἱ μὲν τὴν σωματικὴν ὑπόστασιν τοῦ εἶναι μόνον ἀξιοῦντες τὰ δὲ τῶν ἀσωμάτων γένη συμπάντα πρὸς οὐσίαν δεύτερα τιθέμενοι τάς τε ἀρχὰς τῶν ὄντων σωματοειδεῖς καὶ τὴν ταύτας γνωρίζουσαν ἐν ἡμῖν ἕξιν σωματικὴν ἀποφαίνουσιν. Οἱ δὲ τὰ μὲν σώματα πάντα τῶν ἀσωμάτων ἐξάψαντες τὴν δὲ πρωτίστην ὕπαρξιν ἐν ψυχῆι καὶ ταῖς ψυχικαῖς δυνάμεσιν ὁριζόμενοι θεοὺς μέν οἶμαι καλοῦσι τῶν ψυχῶν τὰς ἀρίστας τὴν δὲ μέχρι τούτων ἀνιοῦσαν καὶ ταύτας γινώσκουσαν ἐπιστήμην θεολογίαν ἐπονομάζουσιν. Ὅσοι δὲ αὖ καὶ τὰ τῶν ψυχῶν πλήθη παράγουσιν ἐξ ἄλλης πρεσβυτέρας ἀρχῆς καὶ νοῦν ἡγεμόνα τῶν ὅλων ὑποτίθενται τέλος μὲν τὸ ἄριστον εἶναί φασι τὴν πρὸς τὸν νοῦν τῆς ψυχῆς ἕνωσιν καὶ τὸ νοερὸν τῆς ζωῆς εἶδος τιμιότητι τῶν πάντων διαφέρειν νομίζουσιν εἰς δὲ ταὐτὸν ἄγουσι θεολογίαν δήπου καὶ τὴν περὶ τῆς νοερᾶς οὐσίας ἐξήγησιν. Ἅπαντες μὲν οὖν ὅπερ ἔφην τὰς πρωτίστας ἀρχὰς τῶν ὄντων καὶ αὐταρκεστάτας θεοὺς ἀποκαλοῦσι καὶ θεολογίαν τὴν τούτων ἐπιστήμην. Μόνη δὲ ἡ τοῦ Πλάτωνος ἔνθεος ὑφήγησις τὰ μὲν σωματικὰ πάντα πρὸς ἀρχῆς λόγον ἀτιμάσασα διότι δὴ τὸ μεριστὸν πᾶν καὶ διαστατὸν οὔτε παράγειν οὔτε σώιζειν ἑαυτὸ πέφυκεν ἀλλὰ καὶ τὸ εἶναι καὶ τὸ ἐνεργεῖν ἢ πάσχειν διὰ ψυχῆς ἔχει καὶ τῶν ἐν αὐτῆι κινήσεων τὴν δὲ ψυχικὴν οὐσίαν πρεσβυτέραν μὲν εἶναι σωμάτων ἀποδείξασα τῆς δὲ νοερᾶς ὑποστάσεως ἐξηρτημένην ἐπειδὴ πᾶν τὸ κατὰ χρόνον κινούμενον κἂν αὐτοκίνητον ἦι τῶν μὲν ἑτεροκινήτων ἐστὶν ἡγεμονικώτερον τῆς δὲ διαιωνίας κινήσεως δεύτερον σωμάτων μέν ὥσπερ εἴρηται καὶ ψυχῶν πατέρα τὸν νοῦν ἀποφαίνει καὶ αἴτιον καὶ περὶ ἐκεῖνον πάντα καὶ εἶναι καὶ ἐνεργεῖν ὅσα τὴν ζωὴν ἐν διεξόδοις καὶ ἀνελίξεσι κέκτηται πρόεισι δὲ ἐπ' ἄλλην ἀρχὴν τοῦ νοῦ παντελῶς ἐξηιρημένην καὶ ἀσωματωτέραν καὶ ἄρρητον ἀφ' ἧς πάντα κἂν τὰ ἔσχατα τῶν ὄντων λέγηις τὴν ὑποστάσιν ἔχειν ἀναγκαῖον· ψυχῆς μὲν γὰρ οὐ πάντα μετέχειν πέφυκεν ἀλλ' ὅσα ζωὴν ἔσχηκε τρανεστέραν ἢ ἀμυδροτέραν ἐν αὑτοῖς οὐδὲ νοῦ πάντα καὶ τοῦ ὄντος ἀπολαύειν δυνατὸν ἀλλ' ὅσα κατ' εἶδος ὑφέστηκε δεῖ δὲ αὖ τὴν ἀρχὴν τῶν πάντων ὑπὸ πάντων μετέχεσθαι τῶν ὄντων εἴπερ μηδενὸς ἀποστατήσει πάντων αἰτία τῶν ὁπωσοῦν ὑφεστάναι λεγομένων οὖσα. Ταύτην δὲ πρωτίστην τῶν ὅλων καὶ νοῦ πρεσβυτέραν ἀρχὴν ἐν ἀβάτοις ἀποκεκρυμμένην ἐνθέως ἀνευροῦσα καὶ τρεῖς ταύτας αἰτίας καὶ μονάδας ἐπέκεινα σωμάτων ἀναφήνασα ψυχὴν λέγω καὶ νοῦν τὸν πρώτιστον καὶ τὴν ὑπὲρ νοῦν ἕνωσιν παράγει μὲν ἐκ τούτων ὡς μονάδων τοὺς οἰκείους ἀριθμούς τὸν μὲν ἑνοειδῆ τὸν δὲ νοερὸν τὸν δὲ ψυχικόν πᾶσα γὰρ μονὰς ἡγεῖται πλήθους ἑαυτῆι συστοίχου συνάπτει δὲ ὥσπερ τὰ σώματα ταῖς ψυχαῖς οὕτω δήπου καὶ τὰς ψυχὰς μὲν τοῖς νοεροῖς εἴδεσι ταῦτα δὲ ταῖς ἑνάσι τῶν ὄντων πάντα δὲ εἰς μίαν ἐπιστρέφει τὴν ἀμέθεκτον ἑνάδα. Καὶ μέχρι ταύτης ἀναδραμοῦσα πέρας οἴεται τὸ ἀκρότατον ἔχειν τῆς τῶν ὅλων θεωρίας καὶ ταύτην εἶναι τὴν περὶ θεῶν ἀλήθειαν ἣ περὶ τὰς ἑνάδας τῶν ὄντων πραγματεύεται καὶ τάς τε προόδους αὐτῶν καὶ τὰς ἰδιότητας παραδίδωσι καὶ τὴν τῶν ὄντων πρὸς αὐτὰς συναφὴν καὶ τὰς τῶν εἰδῶν τάξεις αἳ τούτων ἐξήρτηνται τῶν ἑνιαίων ὑποστάσεων· τὴν δὲ περὶ νοῦν καὶ τὰ εἴδη καὶ τὰ γένη τοῦ νοῦ στρεφομένην θεωρίαν δευτέραν εἶναι τῆς περὶ αὐτῶν τῶν θεῶν πραγματευομένης ἐπιστήμης· καὶ ταύτην μὲν ἔτι νοητῶν ἀντιλαμβάνεσθαι καὶ τῆι ψυχῆι δι' ἐπιβολῆς γινώσκεσθαι δυναμένων εἰδῶν τὴν δὲ ταύτης ὑπερέχουσαν ἀρρήτων καὶ ἀφθέγκτων ὑπάρξεων μεταθεῖν τήν τε ἐν ἀλλήλαις αὐτῶν διάκρισιν καὶ τὴν ἀπὸ μιᾶς αἰτίας ἔκφανσιν. Ὅθεν οἶμαι καὶ τῆς ψυχῆς τὸ μὲν νοερὸν ἰδίωμα καταληπτικὸν ὑπάρχειν τῶν νοερῶν εἰδῶν καὶ τῆς ἐν αὐτοῖς διαφορᾶς τὴν δὲ ἀκρότητα τοῦ νοῦ καί ὥς φασι τὸ ἄνθος καὶ τὴν ὕπαρξιν συνάπτεσθαι πρὸς τὰς ἑνάδας τῶν ὄντων καὶ διὰ τούτων πρὸς αὐτὴν τὴν πασῶν τῶν θείων ἑνάδων ἀπόκρυφον ἕνωσιν. Πολλῶν γὰρ ἐν ἡμῖν δυνάμεων οὐσῶν γνωριστικῶν κατὰ ταύτην μόνην τῶι θείωι συγγίνεσθαι καὶ μετέχειν ἐκείνου πεφύκαμεν· οὔτε γὰρ αἰσθήσει τὸ θεῶν γένος ληπτόν εἴπερ ἐστὶ σωμάτων ἁπάντων ἐξηιρημένον οὔτε δόξηι καὶ διανοίαι μερισταὶ γὰρ αὗται καὶ πολυειδῶν ἐφάπτονται πραγμάτων οὔτε νοήσει μετὰ λόγου τῶν γὰρ ὄντως ὄντων εἰσὶν αἱ τοιαῦται γνώσεις ἡ δὲ τῶν θεῶν ὕπαρξις ἐποχεῖται τοῖς οὖσι καὶ κατ' αὐτὴν ἀφώρισται τὴν ἕνωσιν τῶν ὅλων. Λείπεται οὖν εἴπερ ἐστὶ καὶ ὁπωσοῦν τὸ θεῖον γνωστόν τῆι τῆς ψυχῆς ὑπάρξει καταληπτὸν ὑπάρχειν καὶ διὰ ταύτης γνωρίζεσθαι καθ' ὅσον δυνατόν. Τῶι γὰρ ὁμοίωι πανταχοῦ φαμὲν τὰ ὅμοια γινώσκεσθαι· τῆι μὲν αἰσθήσει δηλαδὴ τὸ αἰσθητόν τῆι δὲ δόξηι τὸ δοξαστόν τῆι δὲ διανοίαι τὸ διανοητόν τῶι δὲ νῶι τὸ νοητόν ὥστε καὶ τῶι ἑνὶ τὸ ἑνικώτατον καὶ τῶι ἀρρήτωι τὸ ἄρρητον. Ὀρθῶς γὰρ καὶ ὁ ἐν Ἀλκιβιάδηι Σωκράτης ἔλεγεν εἰς ἑαυτὴν εἰσιοῦσαν τὴν ψυχὴν τά τε ἄλλα πάντα κατόψεσθαι καὶ τὸν θεόν· συννεύουσα γὰρ εἰς τὴν ἑαυτῆς ἕνωσιν καὶ τὸ κέντρον τῆς συμπάσης ζωῆς καὶ τὸ πλῆθος ἀποσκευαζομένη καὶ τὴν ποικιλίαν τῶν ἐν αὑτῆι παντοδαπῶν δυνάμεων ἐπ' αὐτὴν ἄνεισι τὴν ἄκραν τῶν ὄντων περιωπήν. Καὶ ὥσπερ ἐν ταῖς τῶν τελετῶν ἁγιωτάταις φασὶ τοὺς μύστας τὴν μὲν πρώτην πολυειδέσι καὶ πολυμόρφοις τῶν θεῶν προβεβλημένοις γένεσιν ἀπαντᾶν εἰσιόντας δὲ ἀκλινεῖς καὶ ταῖς τελεταῖς πεφραγμένους αὐτὴν τὴν θείαν ἔλλαμψιν ἀκραιφνῶς ἐγκολπίζεσθαι καὶ γυμνῆτας ὡς ἂν ἐκεῖνοι φαῖεν τοῦ θείου μεταλαμβάνειν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐν τῆι θεωρίαι τῶν ὅλων εἰς μὲν τὰ μεθ' ἑαυτὴν βλέπουσαν τὴν ψυχὴν τὰς σκιὰς καὶ τὰ εἴδωλα τῶν ὄντων βλέπειν εἰς ἑαυτὴν δὲ ἐπιστρεφομένην τὴν ἑαυτῆς οὐσίαν καὶ τοὺς ἑαυτῆς λόγους ἀνελίττειν· καὶ τὸ μὲν πρῶτον ὥσπερ ἑαυτὴν μόνον καθορᾶν βαθύνουσαν δὲ τῆι ἑαυτῆς γνώσει καὶ τὸν νοῦν εὑρίσκειν ἐν αὑτῆι καὶ τὰς τῶν ὄντων τάξεις χωροῦσαν δὲ εἰς τὸ ἐντὸς αὑτῆς καὶ τὸ οἷον ἄδυτον τῆς ψυχῆς ἐκείνωι καὶ τὸ θεῶν γένος καὶ τὰς ἑνάδας τῶν ὄντων μύσασαν θεάσασθαι. Πάντα γάρ ἐστι καὶ ἐν ἡμῖν ψυχικῶς καὶ διὰ τοῦτο τὰ πάντα γινώσκειν πεφύκαμεν ἀνεγείροντες τὰς ἐν ἡμῖν δυνάμεις καὶ τὰς εἰκόνας τῶν ὅλων. Καὶ τοῦτό ἐστι τὸ ἄριστον τῆς ἐνεργείας ἐν ἠρεμίαι τῶν δυνάμεων πρὸς αὐτὸ τὸ θεῖον ἀνατείνεσθαι καὶ περιχορεύειν ἐκεῖνο καὶ πᾶν τὸ πλῆθος τῆς ψυχῆς συναγείρειν ἀεὶ πρὸς τὴν ἕνωσιν ταύτην καὶ πάντα ἀφέντας ὅσα μετὰ τὸ ἓν αὐτῶι προσιδρύεσθαι καὶ συνάπτεσθαι τῶι ἀρρήτωι καὶ πάντων ἐπέκεινα τῶν ὄντων. Μέχρι γὰρ τούτου τὴν ψυχὴν ἀνιέναι θεμιτὸν ἕως ἂν ἐπ' αὐτὴν ἀνιοῦσα τελευτήσηι τὴν τῶν ὄντων ἀρχήν· ἐκεῖ δὲ γενομένην καὶ τὸν ἐκεῖ τόπον θεασαμένην καὶ κατιοῦσαν ἐκεῖθεν καὶ διὰ τῶν ὄντων πορευομένην καὶ ἀνελίττουσαν τὰ πλήθη τῶν εἰδῶν τάς τε μονάδας αὐτῶν καὶ τοὺς ἀριθμοὺς διεξιοῦσαν καὶ ὅπως ἕκαστα τῶν οἰκείων ἑνάδων ἐξήρτηται νοερῶς διαγινώσκουσαν τελεωτάτην οἴεσθαι τῶν θείων ἐπιστήμην ἔχειν τάς τε τῶν θεῶν προόδους εἰς τὰ ὄντα καὶ τὰς τῶν ὄντων περὶ τοὺς θεοὺς διακρίσεις ἑνοειδῶς θεασαμένην.