BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κε.

Τίς ἡ τριὰς ἡ πρὸς τὸ ἀγαθὸν καὶ

τὸ σοφὸν καὶ τὸ καλὸν συνάπτουσα καὶ ποίας ἀφορμὰς ὁ

Πλάτων ἡμῖν καταβέβληται τῆς περὶ αὐτὴν θεωρίας.

 

Ταύτης τοίνυν τῆς τριάδος τὰ πάντα πληρούσης καὶ διὰ πάντων χωρούσης ἀνάγκη δήπου καὶ τὰ πληρούμενα διὰ τῶν συγγενῶν πρὸς ἕκαστον ἐπιστρέφειν καὶ συνάπτεσθαι καὶ μὴ διὰ τῶν αὐτῶν ἕκαστα τῶν μέσων· ἄλλη γὰρ μεσότης ἄλλων καὶ δυνάμεις ἄλλαι πρὸς ἄλλην τελειότητα θεῶν ἐπιστρέφουσι. Πρὸς μὲν οὖν τὸ θεῖον κάλλος τὸ συνάγον τὰ δεύτερα πάντα καὶ οἰκειοῦν καὶ τῆς πληρώσεως αἴτιον καὶ τῆς ἐκεῖθεν ἐποχετείας δῆλον οἶμαι παντί καὶ τοῦ Πλάτωνος πολλάκις λέγοντος ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ἔρως ὃς δὴ καὶ θεοὺς ἀεὶ τοὺς δευτέρους τοῖς πρὸ ἑαυτῶν καὶ τὰ κρείττονα γένη καὶ ψυχῶν τὰς ἀρίστας συνάπτει κατὰ τὸ καλόν. Πρὸς δὲ αὖ τὴν θείαν σοφίαν ἧς καὶ ὁ νοῦς πληρούμενος γινώσκει τὰ ὄντα καὶ ψυχαὶ μετέχουσαι νοερῶς ἐνεργοῦσιν ἀλήθεια δήπου καὶ ἀνάγει καὶ προσιδρύει τὰ ὄντα. Διὰ γὰρ ἀληθείας ἡ τῆς ὄντως οὔσης σοφίας πλήρωσις· φωτίζει γὰρ δὴ τὰ νοοῦντα πανταχοῦ καὶ συνάπτει τοῖς νοουμένοις ὥσπερ δὴ καὶ ἡ πρωτίστη νοῦ καὶ νοητοῦ συναγωγὸς ὑπῆρχε. Πρὸς δὲ αὖ τὸ ἀγαθὸν οὐ γνώσεως ἔτι καὶ ἐνεργείας δεῖ τοῖς συναφθῆναι σπεύδουσιν ἀλλ' ἱδρύσεως καὶ μονίμου καταστάσεως καὶ ἠρεμίας. Τί οὖν ἡμᾶς ἑνώσει πρὸς αὐτό; Τί τῆς ἐνεργείας παύσει καὶ κινήσεως; Τί δὲ τὰ θεῖα πάντα καὶ τῆι πρωτίστηι καὶ ἀρρήτωι τῆς ἀγαθότητος ἑνάδι συνίστησι; Πῶς δὲ ἕκαστον ἐνιδρυμένον τῶι πρὸ αὑτοῦ κατὰ τὸ ἀγαθὸν ἐν ἑαυτῶι πάλιν ἑδράζει τὰ μεθ' ἑαυτὸ κατὰ τὴν αἰτίαν; Ὡς μὲν τὸ ὅλον εἰπεῖν τῶν θεῶν πίστις ἐστὶν ἡ πρὸς τὸ ἀγαθὸν ἀρρήτως ἑνίζουσα τά τε τῶν θεῶν γένη σύμπαντα καὶ δαιμόνων καὶ ψυχῶν τὰς εὐδαίμονας. Δεῖ γὰρ οὐ γνωστικῶς οὐδὲ ἀτελῶς τὸ ἀγαθὸν ἐπιζητεῖν ἀλλ' ἐπιδόντας ἑαυτοὺς τῶι θείωι φωτὶ καὶ μύσαντας οὕτως ἐνιδρύεσθαι τῆι ἀγνώστωι καὶ κρυφίωι τῶν ὄντων ἑνάδι· τὸ γὰρ τοιοῦτον τῆς πίστεως γένος πρεσβύτερόν ἐστι τῆς γνωστικῆς ἐνεργείας οὐκ ἐν ἡμῖν μόνον ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς θεοῖς καὶ κατὰ τοῦτο πάντες οἱ θεοὶ συνήνωνται καὶ περὶ ἓν κέντρον μονοειδῶς τὰς ὅλας δυνάμεις τε καὶ προόδους αὐτῶν συνάγουσιν. Εἰ δὲ δεῖ καὶ καθ' ἕκαστον ἀφορίζεσθαι μή μοι τὴν τοιαύτην πίστιν τῆι περὶ τὰ αἰσθητὰ πλάνηι τὴν αὐτὴν ὑπολάβηις· αὕτη μὲν γὰρ ἐπιστήμης ἀπολείπεται καὶ πολλῶι μᾶλλον τῆς τῶν ὄντων ἀληθείας ἡ δέ γε τῶν θεῶν πίστις ἅπασαν ὑπεραίρει γνῶσιν καὶ κατ' αὐτὴν ἄκραν τὴν ἕνωσιν συνάπτει τὰ δεύτερα τοῖς πρώτοις. Μηδ' αὖ τῆι τῶν κοινῶν καλουμένων ἐννοιῶν ὁμοειδῆ τὴν νῦν ὑμνουμένην πίστιν νοήσηις· καὶ γὰρ ταῖς κοιναῖς ἐννοίαις πρὸ παντὸς λόγου πιστεύομεν ἀλλὰ γνῶσίς ἐστι καὶ τούτων μεριστὴ καὶ πρὸς τὴν θείαν ἕνωσιν οὐδαμῶς ἰσοστάσιος καὶ οὐ τῆς πίστεως μόνον ἀλλὰ καὶ τῆς νοερᾶς ἁπλότητος ἡ τούτων ἐπιστήμη δευτέρα· νοῦς γὰρ ἐπέκεινα πάσης ἐπιστήμης ἵδρυται τῆς τε πρώτης ὁμοῦ καὶ τῆς μετ' ἐκείνην. Μὴ τοίνυν μηδὲ τὴν κατὰ νοῦν ἐνέργειαν τῆι τοιαύτηι πίστει τὴν αὐτὴν εἶναι λέγωμεν· πολυειδὴς γὰρ καὶ αὕτη καὶ δι' ἑτερότητος χωριζομένη τῶν νοουμένων καὶ ὅλως κίνησίς ἐστι νοερὰ περὶ τὸ νοητόν· δεῖ δὲ τὴν θείαν πίστιν ἑνοειδῆ καὶ ἤρεμον ὑπάρχειν ἐν τῶι τῆς ἀγαθότητος ὅρμωι τελείως ἱδρυνθεῖσαν. Οὔτε γὰρ τὸ καλὸν οὔτε τὸ σοφὸν οὔτε ἄλλο τῶν ὄντων οὐδὲν οὕτω πιστόν ἐστιν ἅπασι τοῖς οὖσι καὶ ἀσφαλὲς καὶ πάσης ἀμφιβολίας καὶ διηιρημένης ἐπιβολῆς καὶ κινήσεως ἐξηιρημένον ὡς τὸ ἀγαθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ νοῦς τῆς νοερᾶς ἐνεργείας πρεσβυτέραν ἄλλην καὶ πρὸ ἐνεργείας ἕνωσιν ἀσπάζεται· καὶ ψυχὴ τὴν τοῦ νοῦ ποικιλίαν καὶ τὴν τῶν εἰδῶν ἀγλαΐαν οὐδὲν εἶναι τίθεται πρὸς τὴν τοῦ ἀγαθοῦ τῶν ὅλων ὑπεροχήν καὶ τὸ μὲν νοεῖν ἀφίησιν εἰς τὴν ἑαυτῆς ὕπαρξιν ἀναδραμοῦσα τὸ δὲ ἀγαθὸν ἀεὶ διώκει καὶ θηρᾶι καὶ ἐφίεται καὶ οἷον ἐγκολπίσασθαι σπεύδει καὶ μόνωι τούτωι τῶν πάντων ἐπιδίδωσιν ἑαυτὴν ἀνενδοιάστως. Καὶ τί δεῖ τὴν ψυχὴν λέγειν; Ἀλλὰ καὶ τὰ θνητὰ ταῦτα ζῶια καθάπερ πού φησιν ἡ Διοτίμα πάντων ὑπερφρονεῖ τῶν ἄλλων καὶ τῆς ζωῆς αὐτῆς καὶ τοῦ ὄντος πόθωι τῆς τοῦ ἀγαθοῦ φύσεως καὶ μίαν ἅπαντα ταύτην ἀκίνητον ἔχει καὶ ἄρρητον ἔφεσιν τοῦ ἀγαθοῦ τῶν δὲ ἄλλων ἕκαστα κἂν παρίδοι καὶ δεύτερα ποιήσαιτο καὶ ἀτιμήσειε τὴν τεῦξιν. Εἷς οὖν οὗτος ὅρμος ἀσφαλὴς τῶν ὄντων ἁπάντων καὶ τοῦτο μάλιστα τοῖς οὖσιν ἅπασι πιστόν. Καὶ διὰ τοῦτο δήπου καὶ ἡ πρὸς αὐτὸ συναφὴ καὶ ἕνωσις ὑπὸ τῶν θεολόγων πίστις ἀποκαλεῖται· καὶ οὐχ ὑπ' ἐκείνων μόνον ἀλλ' εἰ δεῖ τὰ δοκοῦντα λέγειν καὶ ὑπὸ τοῦ Πλάτωνος ἐν Νόμοις ἡ τῆς πίστεως ταύτης πρός τε τὴν ἀλήθειαν καὶ τὸν ἔρωτα συγγένεια κεκήρυκται. Λανθάνει δὲ ἄρα τοὺς πολλοὺς ὡς οὐ ταῦτα διανοούμενος ἐπὶ τῶν ἐναντίων τὸν λόγον ποιούμενος καὶ τὰς ἀποπτώσεις τῆς τριάδος ταύτης εἰς ταὐτὸν συνάγων. Λέγει δ' οὖν καὶ αὐτὸς ἐν ἐκείνοις σαφῶς ὡς ὁ μὲν φιλοψευδὴς ἄπιστός ἐστιν ὁ δὲ ἄπιστος ἄφιλοσ. Ἀναγκαῖον ἄρα καὶ τὸν μὲν φιλαλήθη πιστὸν εἶναι τὸν δὲ πιστὸν εἰς φιλίαν εὐάρμοστον. Ἀπὸ δὴ τούτων θεωρήσωμεν ἀλήθειαν αὐτὴν καὶ πίστιν καὶ ἔρωτα καὶ τὴν μίαν αὐτῶν κοινωνίαν αὐτῶι τῶι λογισμῶι συνέλωμεν. Εἰ δὲ βούλει καὶ πρὸ τούτων ἀναμνηςθῶμεν ὅτι τὴν συναγωγὸν τῶν διαφερομένων ἀρετὴν καὶ τῶν μεγίστων πολέμων ἀναιρετικήν λέγω δὲ τῶν ἐν ταῖς πόλεσι στάσεων πιστότητα προσείρηκεν· ἑνώσεως γὰρ δὴ καὶ κοινωνίας καὶ ἠρεμίας ἐκ τούτων ἡ πίστις αἰτία καταφαίνεται· καὶ εἴπερ ἐν ἡμῖν ἐστὶ τοιαύτη τις δύναμις πολλῶι πρότερον ἐν αὐτοῖς ἐστὶ τοῖς θεοῖς. Καὶ γὰρ ὡς σωφροσύνη τις θεία καὶ δικαιοσύνη παρ' αὐτῶι λέγεται καὶ ἐπιστήμη πῶς οὐχὶ καὶ πίστις ἔσται παρ' ἐκείνοις ἡ τὸν ὅλον διάκοσμον συνέχουσα τῶν ἀρετῶν; Ἵν' οὖν συνελόντες εἴπωμεν τρία μέν ἐστι τὰ πληρωτικὰ ταῦτα τῶν θείων διὰ πάντων χωροῦντα τῶν κρειττόνων γενῶν ἀγαθότης σοφία κάλλος· τρία δὲ αὖ καὶ τῶν πληρουμένων συναγωγά δεύτερα μὲν ἐκείνων διήκοντα δὲ εἰς πάσας τὰς θείας διακοσμήσεις πίστις καὶ ἀλήθεια καὶ ἔρως. Σώιζεται δὲ πάντα διὰ τούτων καὶ συνάπτεται ταῖς πρωτουργοῖς αἰτίαις τὰ μὲν διὰ τῆς ἐρωτικῆς μανίας τὰ δὲ διὰ τῆς θείας φιλοσοφίας τὰ δὲ διὰ τῆς θεουργικῆς δυνάμεως ἣ κρείττων ἐστὶν ἁπάσης ἀνθρωπίνης σωφροσύνης καὶ ἐπιστήμης συλλαβοῦσα τά τε τῆς μαντικῆς ἀγαθὰ καὶ τὰς τῆς τελεσιουργικῆς καθαρτικὰς δυνάμεις καὶ πάντα ἁπλῶς τὰ τῆς ἐνθέου κατακωχῆς ἐνεργήματα.