BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κς.

Περὶ τῶν ἐν Φαίδωνι παραδοθέντων

ἀξιωμάτων τῆς ἀοράτου φύσεως· τί τὸ θεῖον τί τὸ

ἀθάνατον τί τὸ νοητόν καὶ τίνα ἔχει πρὸς

ἄλληλα ταῦτα τάξιν Πλάτων ἡμῖν

καταβέβληται τῆς περὶ αὐτὴν θεωρίας.

 

Περὶ μὲν οὖν τούτων τάχ' ἂν καὶ εἰσαῦθις ἐγκαιρότερον διέλθοιμεν· πάλιν δὲ ἀλλαχόθεν εἰ βούλει τὰ κοινὰ περὶ τῶν θείων δόγματα τοῦ Πλάτωνος θηράσωμεν. Πόθεν οὖν δὴ καὶ ποῖα ληπτέον ἡμῖν κατὰ φύσιν πορευομένοις; Βούλει τῶν ἐν Φαίδωνι γεγραμμένων ἐφεξῆς τοῖς εἰρημένοις ἀναμνησθῶμεν; Λέγει τοίνυν ὁ Σωκράτης ἐν ταῖς ἀπὸ τῆς ὁμοιότητος τῆς πρὸς τὸ θεῖον τῆς ψυχικῆς ἀθανασίας ἀποδείξεσιν ὡς ἄρα ἐστὶ τὸ μὲν ἀνωτέρω τῆς ψυχῆς ὧι δὴ καὶ ἔοικε φύσει καὶ ἐοικυῖα ἀθανάτου μετέχει μοίρας θεῖον καὶ ἀθάνατον καὶ νοητὸν καὶ μονοειδὲς καὶ ἀδιάλυτον καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον· τὸ δὲ καταδεέστερον αὐτῆς πᾶν τοὐναντίον ὧι δὴ καὶ προσήκει φθείρεσθαι καὶ πάσχειν τὸ γὰρ τοιοῦτον αἰσθητόν ἐστι καὶ πολυειδὲς καὶ διαλυτὸν ταύτηι ἧιπερ συνετέθη καὶ πάντα ὅσα τῆς σωματικῆς ὑποστάσεως ἐν τούτοις κατηγόρησε. Ταῦτα τοίνυν σκοπῶμεν καθ' ἕκαστον ἐξετάζοντες ὅπηι ποτὲ προσήκει τοῖς θεοῖς. Καὶ πρῶτον αὐτὸ τοῦτο ὃ λέγεται τὸ θεῖον πρὸς τί βλέποντές φαμεν; Οὐκοῦν ἐκ τῶν προειρημένων δῆλον ὅτι θεὸς μὲν πᾶς κατ' αὐτὴν ἄκραν ὑφέστηκεν τὴν ἕνωσιν τῶν ὄντων· ἑνάδες γὰρ ἡμῖν ἐφάνησαν ἀπὸ τῶν σωμάτων ἀνιοῦσιν οἱ θεοί ἑνάδες ὑπερούσιοι γεννητικαὶ τῶν οὐσιῶν καὶ τελειωτικαὶ καὶ μετρητικαὶ καὶ πάσας οὐσίας τὰς πρωτίστας εἰς ἑαυτὰς ἀναδησάμεναι. Τὸ δὲ θεῖον οὐκ αὐτὸ μόνον ἐστὶν ἡ ὕπαρξις καὶ τὸ ἓν τὸ ἐν ἑκάστηι τάξει τοῦ ὄντος ἀλλ' ὁμοῦ τὸ μετέχον καὶ τὸ μετεχόμενον· ὧν τὸ μέν ἐστι θεός τὸ δὲ ἐκθεούμενον· εἰ δὲ καὶ πρὸ τῶν μετεχομένων ἑνάδων χωριστόν ἐστί τι καὶ μετεχόμενον ἐν τοῖς ὕστερον ἡμῖν ἔσται καταφανές. Νῦν δὲ ὅτι τὸ θεῖον τοιοῦτόν ἐστι διορισώμεθα τὸ ὂν τὸ τοῦ ἑνὸς μετέχον ἢ τὸ ἓν συνηιρημένως μετὰ τοῦ ὄντος. Πάντα γὰρ ἐπὶ τῶν θεῶν πλὴν τοῦ ἑνός ὡς ἐξηρτημένα καὶ δεύτερα παραλαμβάνομεν τὴν οὐσίαν τὴν ζωήν τὸν νοῦν· οὐ γὰρ ἐν τούτοις ἀλλὰ πρὸ τούτων ὑφεστήκασι καὶ παράγουσι ταῦτα καὶ συνέχουσιν ἀλλ' οὐκ ἐν αὐτοῖς ἀφορίζονται. Δεῖ δὲ μὴ λανθάνειν ὅτι κατ' ἀλήθειαν μὲν οὕτω ταῦτα διώρισται ἀπ' ἀλλήλων· πολλαχοῦ δὲ ὁ Πλάτων καὶ τὰ μετέχοντα τῶν θεῶν τοῖς αὐτοῖς ὀνόμασιν ἀποσεμνύνει καὶ θεοὺς ἐπονομάζει. Καὶ γὰρ τὴν ψυχὴν τὴν θείαν οὐκ ἐν Νόμοις μόνον ὁ Ἀθηναῖος ξένος ἀλλὰ καὶ ὁ Σωκράτης ὁ ἐν Φαίδρωι θεὸν ἀποκαλεῖ· θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν καὶ ἔτι διὰ τῶν ἑξῆς ἐναργέστερον· καὶ οὗτος μὲν θεῶν βίοσ. Καὶ οὔπω τοῦτο θαυμαστόν· τὰ γὰρ ἀεὶ συνηνωμένα τοῖς θεοῖς καὶ μίαν συμπληροῦντα μετ' αὐτῶν σειράν πῶς οὐ θεμιτὸν προσονομάζειν θεούς; Ἀλλὰ καὶ τοὺς δαίμονας οἳ κατ' οὐσίαν δεύτεροι τῶν θεῶν εἰσὶ καὶ περὶ τοὺς θεοὺς ὑφεστήκασιν θεοὺς προσαγορεύει πολλαχοῦ· καὶ γὰρ ἐν Φαίδρωι καὶ ἐν Τιμαίωι καὶ ἐν ἄλλοις εὕροις ἂν αὐτὸν ἐκτείνοντα καὶ μέχρι δαιμόνων τὴν τῶν θεῶν ἐπωνυμίαν. Ὃ δὲ τούτων ἐστὶ παραδοξότερον καὶ ἀνθρώπων τινὰς θεοὺς προσειπεῖν οὐκ ἀπηξίωσεν ὥσπερ ἐν Σοφιστῆι τὸν Ἐλεάτην ξένον. Ληπτέον τοίνυν ἐκ τούτων ἁπάντων ὅτι θεὸς ὁ μέν ἐστιν ἁπλῶς θεός ὁ δὲ καθ' ἕνωσιν ὁ δὲ κατὰ μέθεξιν ὁ δὲ κατὰ συναφήν ὁ δὲ καθ' ὁμοίωσιν· τῶν μὲν γὰρ ὑπερουσίων ἕκαστος πρώτως θεός τῶν δὲ νοερῶν ἕκαστος καθ' ἕνωσιν τῶν δὲ αὖ ψυχῶν ἑκάστη τῶν θείων κατὰ μέθεξιν δαίμονες δὲ οἱ θεῖοι κατὰ τὴν πρὸς ἐκείνους συναφὴν θεοί ψυχαὶ δὲ ἀνδρῶν δι' ὁμοιότητος τῆς προσηγορίας ταύτης μεταλαγχάνουσιν. Ἕκαστον δὲ τούτων ὥσπερ εἴρηται θεῖον μᾶλλόν ἐστιν ἢ θεός· ἐπεὶ καὶ τὸν νοῦν αὐτὸν ὁ Ἀθηναῖος ξένος θεῖον προσείρηκεν. Τὸ δὲ δὴ θεῖον δεύτερόν ἐστι τῆς πρωτίστης θεότητος ὥσπερ δὴ καὶ τὸ ἡνωμένον τοῦ ἑνός καὶ τὸ νοερὸν τοῦ νοῦ καὶ τὸ ἐψυχωμένον τῆς ψυχῆς καὶ προηγεῖται μὲν ἀεὶ τὰ ἑνοειδέστερα καὶ ἁπλούστερα τελευτᾶι δὲ ἡ σειρὰ τῶν ὄντων εἰς αὐτὸ τὸ ἕν. Τὸ μὲν οὖν θεῖον τοιοῦτον ἡμῖν ἐχέτω διορισμόν τὸ δὲ ἀθάνατον μετὰ τοῦτο θεωρήσωμεν. Πολλαὶ γὰρ δὴ καὶ τῆς ἀθανασίας εἰσὶ παρ' αὐτῶι τάξεις ἄνωθεν ἄχρι τῶν ἐσχάτων διήκουσαι. Καὶ ἔστι τὸ μὲν τελευταῖον ἀπήχημα τῆς ἀθανασίας ἐν τοῖς ἀιδίοις τῶν φανερῶν ἃ δὴ καὶ ὁ Ἐλεάτης ξένος ἐν τοῖς περὶ τῆς ἀνακυκλήσεως λόγοις ἀθανασίας ἐπισκευαστῆς μετειληχέναι φησὶν ἀπὸ τοῦ πατρός· πᾶν γὰρ σῶμα καὶ τὸ εἶναι καὶ τὸ ζῆν ἑτέρας αἰτίας ἠρτημένον ἔλαχεν αὐτὸ δὲ ἑαυτὸ συνέχειν ἢ κοσμεῖν ἢ σώιζειν οὐ πέφυκε. Τούτου δὲ ἐναργέστερον οἶμαι καὶ τελεώτερον τὸ τῶν μερικῶν ψυχῶν ἀθάνατον ὃ δὴ καὶ ἐν Φαίδωνι πολλαῖς ἀποδείξεσιν κατεδήσατο κἀν τῶι δεκάτωι τῆς Πολιτείας· λέγω δὲ αὐτὸ καὶ κυριώτερον ὡς ἐν ἑαυτῶι τὴν αἰτίαν ἔχον τῆς αἰωνίου διαμονῆς. Πρὸ δὲ τούτων ἀμφοτέρων εἶναι τιθέντες τὴν τῶν δαιμόνων ἀθανασίαν οὐκ ἂν ἁμάρτοιμεν· ἀκήρατα γὰρ καὶ τὰ τούτων γένη δι' ὧν ὑπέστησαν καὶ οὔτε ῥέπουσιν εἰς τὸ θνητὸν οὔτε δὲ ἀναπίμπλανται τῆς τῶν γινομένων τε καὶ φθειρομένων φύσεως. Τούτων δ' ἔτι σεμνοτέραν καὶ κατ' οὐσίαν ὑπερέχουσαν εἶναι λογίζομαι τὴν τῶν θείων ψυχῶν ἀθανασίαν ἃς δὴ καὶ πρώτως αὐτοκινήτους εἶναί φαμεν καὶ πηγὰς καὶ ἀρχὰς τῆς περὶ τοῖς σώμασι μεριζομένης ζωῆς δι' ἣν καὶ αὐτὰ τῆς ἐπισκευαστῆς ἀθανασίας μετείληχεν. Εἰ δὲ δὴ καὶ πρὸ τούτων αὐτοὺς τοὺς θεοὺς καὶ τὴν ἐν αὐτοῖς ἀθανασίαν ἐννοήσειας καὶ ὅπως ἐν Συμποσίωι τῆς τοιαύτης ἀθανασίας οὐδὲ τοῖς δαίμοσιν ἡ Διοτίμα μεταδίδωσιν ἀλλ' ἐν μόνοις αὐτὴν ἀφορίζεται τοῖς θεοῖς παντελῶς χωριστὸν καὶ τῶν ὅλων ἐξηιρημένον σοι φανεῖται τὸ τοιοῦτον ἀθάνατον· ἐκεῖ γὰρ ὁ αἰών ἡ πηγὴ τῆς ὅλης ἀθανασίας καὶ δι' ἐκεῖνον πάντα καὶ ζῆι καὶ ἔχει ζωήν τὰ μὲν ἀίδιον τὰ δὲ εἰς τὸ μὴ ὂν σκεδαννυμένην. Ἔστιν οὖν ὡς συνελόντι φάναι τὸ θεῖον ἀθάνατον καθ' ὅσον ἐστὶ γεννητικὸν τῆς ἀιδίου ζωῆς καὶ συνεκτικόν. Οὐ γὰρ ὡς μετέχον τοῦ ζῆν ἀλλ' ὡς παρεκτικὸν τῆς θείας ζωῆς ἀθάνατόν ἐστι καὶ ὡς ἐκθεοῦν τὴν αὐτοζωήν εἴτε νοητὴν αὐτὴν εἴτε ὁπωσοῦν ἐθέλοις καλεῖν. Ἀλλὰ δὴ τὸ νοητὸν μετὰ τοῦτο σκεπτέον. Λέγεται μὲν οὖν καὶ πρὸς τὸ αἰσθητὸν ὡς ὁρατὸν καὶ δόξηι μετ' αἰσθήσεως τὸ τὴν πρωτίστην ἔκφανσιν ἐν ταῖς ἀρχηγικωτάταις αἰτίαις ἔχον φανήσεται. Νοητὸν μὲν γὰρ καὶ ἡ ψυχή καὶ τῆς μοίρας ἐστὶ ταύτης καὶ τῶν αἰσθητῶν ἐξηιρημένη καὶ τὴν οὐσίαν λαχοῦσα χωριστὴν ἀπ' αὐτῶν. Νοητὸν δὲ καὶ πρὸ ταύτης ὁ νοῦς· ὅθεν δὴ καὶ τὴν ψυχὴν ἐν μέσωι τάττειν ἀξιοῦμεν μᾶλλον ἢ τοῖς πρώτοις ἐνάριθμον ποιεῖν. Νοητὸν δὲ καὶ τὸ τοῦ νοῦ πρεσβύτερον τὸ πληρωτικὸν τῆς νοήσεως καὶ τελειωτικὸν αὐτὸ καθ' αὑτὸ ὑπάρχον· ὃ δὴ καὶ ὁ Τίμαιος ἐν παραδείγματος τάξει προτίθησι τοῦ δημιουργικοῦ νοῦ καὶ τῆς νοερᾶς ἐνεργείας. Ἐπέκεινα δὲ τούτων ἁπάντων τὸ θεῖόν ἐστι νοητόν ὃ κατ' αὐτὴν ἀφώρισται τὴν ὕπαρξιν καὶ ἕνωσιν τὴν θείαν· καὶ γὰρ τοῦτο νοητόν ἐστιν ὡς ἐφετὸν τῶι νῶι καὶ ὡς τελεσιουργὸν καὶ ὡς συνεκτικὸν τοῦ νοῦ καὶ ὡς πλήρωμα τοῦ ὄντος. Ἄλλως οὖν νοητὸν τὴν ὕπαρξιν τῶν θεῶν φήσομεν ἄλλως τὸ ὄντως ὂν καὶ τὴν πρωτίστην οὐσίαν ἄλλως τὸν νοῦν καὶ τὴν νοερὰν πᾶσαν ζωήν ἄλλως τὴν ψυχὴν καὶ τὸν ψυχικὸν διάκοσμον· καὶ δεῖ μὴ τοῖς ὀνόμασιν ἑπομένους συγχεῖν τὰς διαφόρους τῶν πραγμάτων φύσεις.