BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κζ.

Τί τὸ μονοειδές τί τὸ

ἀδιάλυτον τί τὸ ὡσαύτως ἔχον

ἐπὶ τῶν θείων ληπτέον.

 

μὲν οὖν τριὰς αὕτη τοιαύτην ἔχει τὴν τάξιν ὡς τὸ μὲν θεῖον ἀκρότατον εἶναι καὶ πρώτιστον τὸ δὲ ἀθάνατον δεύτερον τὸ δὲ νοητὸν τρίτον· οὗ μὲν γὰρ τὸ ὄν ἐστιν ἐκθεούμενον οὗ δὲ ἡ ζωὴ κατὰ τὴν ἀθανασίαν τῶν θεῶν ὑφέστηκεν οὗ δὲ ὁ νοῦς κατὰ τὴν πλήρωσιν τῆς ἑνώσεως νοητὸν ἐπονομάζεται. Μετὰ δὲ ταύτην ἐστὶν ἐφεξῆς τὸ μονοειδές τὸ ἀδιάλυτον τὸ ὡσαύτως ἔχον ἀπὸ τῶν αὐτῶν αἰτίων καὶ ταῦτα προθορόντα καὶ διὰ πάντων χωροῦντα τῶν θείων διακόσμων. Τὸ μὲν γὰρ μονοειδὲς ἀκρότατόν ἐστι καὶ τῆι μονάδι τῆι θείαι παρ' ἧι καὶ τὸ ὂν πρώτως ἐκφαίνεται μάλιστα προσῆκον· εἰς ὃ δὴ καὶ τελευτᾶι πᾶν τὸ μεθεκτὸν τῶν ἑνάδων γένος. Τὸ γὰρ ἓν καὶ πρὸ τούτων ἐστίν ὡς ἔσται προϊοῦσι δῆλον. Τὸ δὲ ἀδιάλυτον δεύτερον· συνεκτικὸν γάρ ἐστι καὶ συνδετικὸν τῶν ἄκρων κατὰ τὴν θείαν ἕνωσιν ἐπεὶ καὶ τὸ διαλυτὸν συνοχῆς ἐνδείαι καὶ δυνάμεως εἰς ἓν τὸ πλῆθος συναγούσης τοιοῦτον. Τὸ δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον αἰώνιόν ἐστι καὶ τῆς ἀιδιότητος τῶν θεῶν πλῆρες· παρ' οὗ καὶ τοῖς ἄλλοις ἡ τῆς ἀθανασίας καὶ τῆς αἰωνίου ταὐτότητος μέθεξις. Εἰς ταὐτὸν ἄρα τῶι θείωι ἥκει τὸ μονοειδές τῶι δὲ ἀθανάτωι τὸ ἀδιάλυτον τῶι δὲ νοητῶι τὸ ὡσαύτως ἔχον ἀνοίσομεν. Καὶ ὁρᾶις ὅπως ἕκαστα συνήρμοσται κατὰ τρόπον ἀλλήλοις; Τὸ μὲν γὰρ διὰ τὴν ἑνάδα τὴν πρώτην ὑπὸ τοῦ ὄντος μετεχομένην μονοειδές ἐστιν εἰκότως· εἰ γὰρ κατὰ τὸ ἓν ὁ θεός ἑνοειδὲς δήπου τὸ θεῖον ἔσται τὸ δὲ ἑνοειδὲς τῶι μονοειδεῖ ταὐτόν. Τὸ δὲ διὰ τὴν μίαν τῆς ζωῆς αἰτίαν ἀθάνατον ὂν καὶ ἀδιάλυτόν ἐστιν ὁμοίως· δεσμὸς γὰρ ἡ ζωὴ τῶν φύσει διαλυτῶν ὃ καὶ ὁ Τίμαιος ἡμῖν ἐνδεικνύμενος τῶι ἀθανάτωι τὸ διαλυτὸν ἀνθίστησιν ἀθάνατοι μὲν γὰρ οὐκ ἐστέ φησίν οὔτι μὲν δὴ διαλυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρασ· ἔστιν ἄρα τὸ μὲν θνητὸν πᾶν διαλυτόν τὸ δὲ ἀθάνατον ἀδιάλυτον τὸ δὲ ἐπισκευαστὴν ἀθανασίαν ἔχον οὔτ' οὖν ἀδιάλυτον οὔτε οὖν θνητόν κατὰ τὸν αὐτὸν λόγον· ἐν μέσωι γὰρ ὂν ἀμφοτέρων οὐδέτερόν ἐστι τῶν ἄκρων καθ' ἑκατέραν ἀντίθεσιν. Τὸ δὲ αὖ τρίτον κατὰ τὸ πλήρωμα τῶν ὅλων νοητῶν ἱδρυμένον ὁμοῦ καὶ ὡσαύτως ἔχον ἐστί· ταὐτότητος γὰρ καὶ τῆς αἰωνίου διαμονῆς αἴτιον τὸ νοητόν ἐστι καὶ ὁ νοῦς διὰ τοῦτο πάντως αἰώνιος. Ἀπὸ τῶν πρωτίστων ἄρα καὶ ἀρχοειδεστάτων αἰτίων αἱ τριάδες αὗται καθήκουσιν ὥσπερ δὴ καὶ περὶ τῶν ἔμπροσθεν ἐδείκνυμεν.