<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ ν ε λ ε υ θ ε ρ ί α ς   κ β

________________________________________
 
 
 
(1) Ἡ δὲ ἀνελευθερία ἐστὶν ἀπουσία τις φιλοτιμίας δαπάνην ἐχούσης, ὁ δὲ ἀνελεύθερος τοιοῦτός τις, 

(2) οἷος νικήσας τραγωιδοῖς ταινίαν ἀναθεῖναι ξυλίνην τῶι Διονύσωι ἐπιγράψας μόνον αὐτοῦ τὸ ὄνομα. 

(3) καὶ ἐπιδόσεων γινομένων ἐκ τοῦ δήμου, ἀναστὰς σιωπῆι ἐκ τοῦ μέσου ἀπελθεῖν. 

(4) καὶ ἐκδιδοὺς αὑτοῦ θυγατέρα τοῦ μὲν ἱερείου πλὴν τῶν ἱερέων τὰ κρέα ἀποδόσθαι, τοὺς δὲ διακονοῦντας ἐν τοῖς γάμοις οἰκοσίτους μισθώσασθαι. 

(5) καὶ τριηραρχῶν τὰ τοῦ κυβερνήτου στρώματα αὑτῶι ἐπὶ τοῦ καταστρώματος ὑποστορέννυσθαι, τὰ δὲ αὑτοῦ ἀποτιθέναι. 

(6) καὶ τὰ παιδία δὲ δεινὸς μὴ πέμψαι εἰς διδασκάλου, ὅταν ἦι [τοῦ ἀποτιθέναι καὶ τὰ παιδία] Μουσεῖα, ἀλλὰ φῆσαι κακῶς ἔχειν, ἵνα μὴ συμβάλωνται. 

(7) καὶ ἐξ ἀγορᾶς δὲ ὀψωνήσας τὰ κρέα αὐτὸς φέρειν καὶ τὰ λάχανα ἐν τῶι προκολπίωι. 

(8) καὶ ἔνδον μένειν, ὅταν ἐκδῶι θοἰμάτιον ἐκπλῦναι. 

(9) καὶ φίλου ἔρανον συλλέγοντος καὶ διειλεγμένου αὐτῶι, προσιόντα προϊδόμενος ἀποκάμψας ἐκ τῆς ὁδοῦ τὴν κύκλωι οἴκαδε πορευθῆναι.

(10) καὶ τῆι γυναικὶ δὲ τῆι ἑαυτοῦ προῖκα <πολλὴν> εἰσενεγκαμένηι μὴ πρίασθαι θεράπαιναν, ἀλλὰ μισθοῦσθαι εἰς τὰς ἐξόδους ἐκ τῆς γυναικείας παιδίον τὸ συνακολουθῆσον. 

(11) καὶ τὰ ὑποδήματα παλιμπήξει κεκαττυμένα φορεῖν καὶ λέγειν, ὅτι Κέρατος οὐδὲν διαφέρει. 

(12) καὶ ἀναστὰς τὴν οἰκίαν καλλῦναι καὶ τὰς κλίνας ἐκκορίσαι. 

(13) καὶ καθεζόμενος παραστρέψαι τὸν τρίβωνα, ὃν αὐτὸν φορεῖ. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>