<<< operis indicem  <<< retro  porro >>>



B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
 
 
 
 
 
 
 
 
 
 
  Theophratos
ca. 370 - ca. 287 a. Chr. n.

 
 
   
   



Ἠ θ ι κ ο ὶ
χ α ρ α κ τ ῆ ρ ε ς


Ἀ λ α ζ ο ν ε ί α ς   κ γ

________________________________________
 
 
 
(1) Ἀμέλει δὲ ἡ ἀλαζονεία δόξει εἶναι προσποίησίς τις ἀγαθῶν οὐκ ὄντων, ὁ δὲ ἀλαζὼν τοιοῦτός τις, 

(2) οἷος ἐν τῶι διαζεύγματι ἑστηκὼς διηγεῖσθαι ξένοις, ὡς πολλὰ χρήματα αὐτῶι ἐστιν ἐν τῆι θαλάττηι· καὶ περὶ τῆς ἐργασίας τῆς δανειστικῆς διεξιέναι, ἡλίκη, καὶ αὐτὸς ὅσα εἴληφε καὶ ἀπολώλεκε· καὶ ἅμα ταῦτα πλεθρίζων πέμπειν τὸ παιδάριον εἰς τὴν τράπεζαν, δραχμῆς αὐτῶι κειμένης. 

(3) καὶ συνοδοιπόρου δὲ ἀπολαῦσαι ἐν τῆι ὁδῶι δεινὸς λέγων, ὡς μετ' Ἀλεξάνδρου ἐστρατεύσατο, καὶ ὡς αὐτῶι εἶχε, καὶ ὅσα λιθοκόλλητα 1 ποτήρια ἐκόμισε· καὶ περὶ τῶν τεχνιτῶν τῶν ἐν τῆι Ἀσίαι, ὅτι βελτίους εἰσὶ τῶν ἐν τῆι Εὐρώπηι, ἀμφισβητῆσαι· καὶ ταῦτα ψοφῆσαι, οὐδαμοῦ ἐκ τῆς πόλεως ἀποδεδημηκώς. 

(4) καὶ γράμματα δὲ εἰπεῖν, ὡς πάρεστι παρ' Ἀντιπάτρου τριττὰ δὴ λέγοντα παραγενέσθαι αὐτὸν εἰς Μακεδονίαν· καὶ διδομένης αὐτῶι ἐξαγωγῆς ξύλων ἀτελοῦς ὅτι ἀπείρηται, ὅπως μηδ' ὑφ' ἑνὸς συκοφαντηθῆι, Περαιτέρω φιλοσοφεῖν προσῆκε τοῖς Μακεδόσι· 

(5) καὶ ἐν τῆι σιτοδείαι δὲ ὡς πλείω ἢ πέντε τάλαντα αὑτῶι γένοιτο τὰ ἀναλώματα διδόντι τοῖς ἀπόροις τῶν πολιτῶν, ἀνανεύειν γὰρ οὐ δύνασθαι. 

(6) καὶ ἀγνώτων δὲ παρακαθημένων κελεῦσαι θεῖναι τὰς ψήφους ἕνα αὐτῶν καὶ ποσῶν κατὰ χιλίας καὶ κατὰ μίαν καὶ προστιθεὶς πιθανὰ ἑκάστοις τούτων ὀνόματα ποιῆσαι καὶ δέκα τάλαντα· καὶ τοῦτο φῆσαι εἰσενηνοχέναι εἰς ἐράνους αὐτῶν· καὶ τὰς τριηραρχίας εἰπεῖν, ὅτι οὐ τίθησιν, οὐδὲ τὰς λειτουργίας, ὅσας λελειτούργηκε. 

(7) καὶ προσελθὼν δ' εἰς τοὺς ἵππους τοὺς ἀγαθοὺς τοῖς πωλοῦσι προσποιήσασθαι ὡνητιᾶν. 

(8) καὶ ἐπὶ τὰς κλίνας ἐλθὼν ἱματισμὸν ζητῆσαι εἰς δύο τάλαντα καὶ τῶι παιδὶ μάχεσθαι, ὅτι τὸ χρυσίον οὐκ ἔχων αὐτῶι ἀκολουθεῖ. 

(9) καὶ ἐν μισθῶι τὴν οἰκίαν οἰκῶν φῆσαι ταύτην εἶναι τὴν πατρώιαν πρὸς τὸν μὴ εἰδότα, καὶ διότι μέλλει πωλεῖν αὐτὴν διὰ τὸ ἐλάττω εἶναι αὐτῶι πρὸς τὰς ξενοδοχίας. 

 
 
 
 
<<< operis indicem  <<< retro  porro >>>